1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

43

οἷον, τίνες ἦμεν καὶ ἐν τίσιν, καὶ ὅτι ἀπηλλάγημεν αὐτῶν, πῶς καὶ τίνι τρόπῳ καὶ ἐπὶ τίσι. Ταῦτα ἱκανὰ ἀποστρέψαι· ἀλλὰ πάντων σφοδρότερον τοῦτο, ἀηδὲς μὲν εἰπεῖν, οὐ μὴν ἀνωφελὲς, ἀλλὰ καὶ ὠφέλιμον· ∆ι' ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Οὐκ εἶπεν, Ἐφ' ὑμᾶς, ἀλλ', Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς, Ὅτε ἐζῆτε, φησὶν, ἐν αὐτοῖς, καὶ μετ' ἐγκωμίου, ὡς νῦν οὐ ζώντων· τότε ἐξῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει, καὶ ἰδικῶς· τοῦτο δέ ἐστι διαθέσεως. Ὀργὴν, θυμὸν, κακίαν βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Αἰσχρολογίαν, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν, ἐμφαντικῶς, ὅτι αὐτὸ ῥυποῖ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα καλεῖ τὸν διεφθαρμένον βίον, καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό. Καὶ εἰ ὁ ἄνθρωπός εἰσιν αἱ ἁμαρτίαι, πῶς φησι, Σὺν ταῖς πράξεσιν αὐτοῦ; Ἅπαξ γὰρ εἶπε παλαιὸν ἄνθρωπον, δείξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος, ἀλλ' ἐκεῖνο, Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριωτέρα, καὶ τοῦτο μᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο. Οὐ γὰρ 62.353 ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ' αὐτὴ ἡ προαίρεσις, καὶ οὐδένα οὔτε φιλοῦμεν, οὔτε μισοῦμεν ᾗ ἄνθρωπος, ἀλλ' ᾗ τοιόσδε ἄνθρωπος. Εἰ τοίνυν ἡ μὲν οὐσία τὸ σῶμά ἐστιν, αὕτη δὲ ἀνυπεύθυνος ἐν ἑκατέροις, πῶς αὐτὸ κακὸν εἶναί φησι; βʹ. Τί δέ φησι, Σὺν ταῖς πράξεσι; Τὴν προαίρεσιν μετὰ τῶν ἔργων. Παλαιὸν δὲ αὐτὸν καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ τὸ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ, Μὴ προσδοκήσητε, φησὶν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται, ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται, ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας. Ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν, καὶ μειζόνων ἀξιοῦται, καὶ μᾶλλον ἀκμάζει, καὶ μᾶλλον ἰσχύει, οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν. Ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται. Κατ' εἰκόνα Χριστοῦ· τοῦτο γάρ ἐστι, Κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν, ἀλλ' οὕτως ἦν καλὸς, ὡς μηδὲ εἶναι εἰπεῖν. Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἰδοὺ τρίτον ἐγκώμιον τοῦ ἀνδρὸς τούτου, ὅταν μήτε ἔθνους, μήτε ἀξιώματος, μήτε προγόνων διαφορὰ ἐπεισέρχηται, ὅταν ἔχῃ τῶν ἔξωθεν μηδὲν, μηδὲ δέηται τούτων· τοιαῦτα γὰρ πάντα τὰ ἔξωθεν. Περιτομὴ καὶ ἀκροβυστία· δοῦλος, ἐλεύθερος, Ἕλλην, τουτέστι, προσήλυτος· καὶ Ἰουδαῖος, τουτέστιν, ἐκ προγόνων. Ἂν τοῦτον ἔχῃς μόνον, τῶν αὐτῶν ἐπιτεύξῃ τοῖς ἄλλοις, τοῖς ἔχουσιν. Ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι, φησὶν, Χριστός· τουτέστι, Πάντα ὑμῖν ὁ Χριστὸς ἔσται, καὶ ἀξίωμα καὶ γένος, καὶ ἐν πᾶσιν ὑμῖν αὐτός. Ἢ ἕτερόν τί φησιν, ὅτι Πάντες Χριστὸς εἷς ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς, ὥστε καὶ διηνεκῶς αὐτὴν ἔχειν, καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. Καὶ μετ' ἐγκωμίου ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει. Ἐγένοντο γὰρ ἅγιοι, ἀλλ' οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ καὶ ἅγιοι καὶ ἠγαπημένοι. Σπλάγχνα οἰκτιρμοῦ. Οὐκ εἶπεν ἔλεον, ἀλλ' ἐμφαντικώτερον διὰ τῶν δύο. Καὶ οὐκ εἶπεν, ὅτι ὡς ἀδελφοῖς οὕτω διατίθεσθαι δεῖ, ἀλλ' ὡς παισὶ πατέρες. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἥμαρτε· διὰ τοῦτο εἶπε σπλάγχνα. Καὶ οὐκ εἶπεν, οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτελίσῃ, ἀλλὰ, Σπλάγχνα οἰκτιρμοῦ. Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς