1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

44

ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Πάλιν κατ' εἶδος λέγει· ἀπὸ χρηστότητος γὰρ ταπεινοφροσύνη, καὶ ἀπὸ ταύτης μακροθυμία. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων, τουτέστι, παραπεμπόμενοι. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξε, μομφὴν καλέσας. Εἶτα ἐπάγει· Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν. Μέγα τὸ ὑπόδειγμα· ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς. Μομφὴν, φησί. Ἐκεῖ μὲν μικρὸν αὐτὸ ἔδειξεν· ὅτε δὲ τὸ ὑπόδειγμα παρήγαγεν, ἔπεισεν ὅτι κἂν μεγάλα ἔχωμεν ἐγκα 62.354 λεῖν, δεῖ χαρίζεσθαι. Τὸ γὰρ, Καθὼς ὁ Χριστὸς, τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἐξ ὅλης καρδίας· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ φιλεῖν δεῖ. Ὁ γὰρ Χριστὸς εἰσαχθεὶς εἰς τὸ μέσον πάντα εἰσάγει ταῦτα· καὶ ὅτι κἂν μεγάλα ᾗ, κἂν μὴ προηδικηκότες τύχωμεν, κἂν ἡμεῖς μὲν μεγάλοι, ἐκεῖνοι δὲ μικροὶ, κἂν μέλλωσιν ὑβρίζειν ἡμᾶς καὶ μετὰ ταῦτα, καὶ ὅτι τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι· τὸ γὰρ, Καθὼς, ταῦτα ἀπαιτεῖ· καὶ ὅτι οὐδὲ μέχρι θανάτου μόνον στῆναι δεῖ, ἀλλ', εἰ δυνατὸν, καὶ μετὰ ταῦτα. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει. Ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, Ναὶ, φησὶ, καὶ φιλεῖν, καὶ ὁδὸν δείκνυσι, δι' ἧς δυνατὸν χαρίζεσθαι. Ἔστι γὰρ καὶ χρηστὸν εἶναί τινα καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν. ∆ιὸ ἀρχόμενος εἶπε, Σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀγάπην, καὶ ἔλεον. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Οὐδὲν ἐκείνων ὄφελος· διαλύεται γὰρ πάντα ἐκεῖνα, ἂν μὴ μετὰ ἀγάπης γίνηται. Πάντα ἐκεῖνα αὕτη συσφίγγει· ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστιν, ἀλλὰ διαῤῥεῖ. Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν μεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώματα μὴ ᾖ, οὐδὲν ὄφελος· καὶ ἐπὶ οἰκίας ἐὰν μὴ ὦσιν αἱ ἱμαντώσεις· καὶ ἐπὶ σώματος κἂν μεγάλα ᾖ τὰ ὀστᾶ, οἱ δὲ σύνδεσμοι μὴ ὦσιν, οὐδὲν ὄφελος. Οἷα γὰρ ἐάν τις ἔχῃ κατορθώματα, πάντα φροῦδα, ἀγάπης μὴ οὔσης. Οὐκ εἶπεν, ὅτι κορυφή ἐστιν, ἀλλ' ὃ μεῖζόν ἐστι, σύνδεσμος· ἀναγκαιότερον τοῦτο, ἢ ἐκεῖνο. Κορυφὴ μὲν γὰρ ἐπίτασις τελειότητος, σύνδεσμος δὲ συγκράτησις τῶν τὴν τελειότητα ποιούντων, ὡσανεὶ ἡ ῥίζα. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν σώματι ἑνί· καὶ εὐχάριστοι γίνεσθε. γʹ. Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ πεπηγυῖα καὶ βεβαία αὕτη ἐστίν. Ἂν μὲν δι' ἄνθρωπον ἔχῃς εἰρήνην, ταχέως διαλύεται· ἐὰν δὲ διὰ τὸν Θεὸν, οὐκέτι. Καίτοι τὸ καθολικὸν εἶπε τὴν ἀγάπην, ἀλλὰ πάλιν ἐπὶ τὸ ἰδικὸν ἔρχεται. Ἔστι γὰρ καὶ ἄμετρος ἀγάπη, οἶον, ὅταν ἀπὸ πολλῆς τις ἀγάπης ἐγκαλῇ εἰκῆ, καὶ μάχας ἔχῃ καὶ ἀποστρέφηται. Οὒ, φησὶν, οὐ τοῦτο βούλομαι, ἀλλ' ὡς ἐποίησεν εἰρήνην πρὸς ὑμᾶς ὁ Θεὸς, οὕτω καὶ ὑμεῖς ποιεῖτε. Πῶς δὲ ἐποίησεν; Αὐτὸς θελήσας, οὐ παρ' ἡμῶν τι λαβών. Τί ἐστιν; Ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν; Ἐὰν μάχωνται λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν, μὴ στήσῃς τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον, ἔστω τις ὑβρισθεὶς ἀδίκως· ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν λογισμοὶ δύο, ὁ μὲν κελεύων ἀμύνασθαι, ὁ δὲ ἐνεγκεῖν, καὶ παλαίουσιν ἀλλήλοις. Ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκῃ βραβεύουσα, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον. Πῶς; Πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστὶν, ὅτι εἰρήνευσεν ἡμῖν. Οὐχ ἁπλῶς δείκνυσι πολὺν τὸν ἀγῶνα τοῦ πράγματος. Μὴ θυμὸς, φησὶ, βραβευέτω, μὴ φιλονεικία, μὴ ἀνθρωπίνη εἰρήνη· 62.355 ἡ γὰρ ἀνθρωπίνη εἰρήνη ἐκ τοῦ ἀμύνασθαι γίνεται, ἐκ τοῦ μηδὲν πάσχειν δεινόν. Ἀλλ' οὐ ταύτην βούλομαι, φησὶν, ἀλλ' ἐκείνην, ἣν ὁ Χριστὸς ἀφῆκεν αὐτός. Στάδιον ἔνδον ἐποίησεν ἐν τοῖς λογισμοῖς, καὶ ἀγῶνα καὶ ἄθλησιν καὶ βραβευτήν. Εἶτα πάλιν προτροπή· Εἰς ἣν ἐκλήθητε, φησί· τουτέστιν, ἐφ' ᾗ ἐκλήθητε. Ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη. ∆ιὰ ταύτην σε ἐκάλεσεν, ἐπὶ ταύτῃ ἐκάλεσεν, ὥστε ἀξιόπιστον