1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

51

τὸν καρπόν· ἂν ἐν ἀμμώδει καὶ ἁλμυρᾷ, τοιοῦτον· ἂν ἐν γλυκείᾳ καὶ λιπαρᾷ, πάλιν ὅμοιον. Οὕτω πηγή τίς ἐστι τὰ διδάγματα. ∆ίδαξον αὐτὸν ᾄδειν ψαλμοὺς ἐκείνους τοὺς φιλοσοφίας γέμοντας, οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον δὲ πρὸ πάντων περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, εὐθέως ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ βιβλίου (διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ Προφήτης, λέγων· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Καὶ πάλιν, Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Καὶ πάλιν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν 62.363 Κύριον δοξάζει)· περὶ τοῦ συνεῖναι ἀγαθοῖς (καὶ ταῦτα εὑρήσεις ἐκεῖ· καὶ ἄλλα πολλά)· περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ τοῦ μὴ πλεονεκτεῖν· ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ ἡ δόξα, καὶ ὅσα τοιαῦτα. Ὅταν τούτοις ἐκ παιδὸς ἐνάξῃς αὐτὸν, κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἄξεις. Οἱ ψαλμοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀνθρώπινον· ὅταν ἐν τοῖς ψαλμοῖς μάθῃ, τότε καὶ ὕμνους εἴσεται, ἅτε θειότερον πρᾶγμα. Αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ· καὶ πάλιν, Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ· καὶ πάλιν, Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· καὶ πάλιν, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Ὥστε μὴ μόνον φίλοις, ἀλλὰ μηδὲ οἰκέταις ἀναμιγνύναι ἑαυτοὺς ἀσφαλίζεσθε. Τὰ γὰρ μυρία κακὰ τοῖς ἐλευθέροις, ὅταν δούλους αὐτοῖς ἐπιστήσωμεν διεφθαρμένους. Εἰ γὰρ πατρὸς ἀπολαύοντες καὶ φιλοστοργίας καὶ φιλοσοφίας τοσαύτης, μόλις διασώζονται· ὅταν αὐτοὺς ἐκδῶμεν τῇ ἀφειδείᾳ τῶν οἰκετῶν, τίνες ἔσονται; Καθάπερ ἐχθροῖς αὐτοῖς κέχρηνται, νομίζοντες αὐτοῖς τὴν δεσποτείαν εἶναι ἡμερωτέραν, ἂν μωροὺς αὐτοὺς ἀπεργάσωνται καὶ φαύλους καὶ οὐδενὸς λόγου ἀξίους. Πρὸ τῶν ἄλλων οὖν ἁπάντων ταῦτα σπουδάζωμεν. Ἠγάπησα, φησὶ, τοὺς ἀγαπῶντας τὸν νόμον σου. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τούτους ἀγαπῶμεν. Ἵνα δὲ πάλιν σωφρονῶσιν οἱ παῖδες, ἀκουέτωσαν τοῦ Προφήτου λέγοντος, ὅτι Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πάλιν, Ἐξολοθρεύσεις πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Καὶ ὅτι δεῖ κατέχειν γαστρὸς, ἀκουέτωσαν πάλιν· Καὶ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων κρατεῖν, ἐντεῦθεν μαθήσονται· Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ, προστίθεσθε καρδίαν· καὶ ὅτι δόξης κρατεῖν, καὶ τοῦτο εὑρήσουσιν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ὀπίσω αὐτοῦ ἡ δόξα αὐτοῦ· τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζήλου ἐν πονηρευομένοις· τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς βοηθὸς αὐτοῦ· ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ' ἔστιν ἀνταπόδοσις· ὅτι Σὺ ἀποδώσεις, φησὶν, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὰ τί δὲ οὐ καθ' ἡμέραν ἀποδίδωσιν; Ὁ Θεὸς κριτὴς, φησὶν, δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· ὅτι ἡ ταπεινοφροσύνη καλόν· Κύριε, φησὶν, οὐχ ὑψώθη ἡ καρδία μου· ὅτι ὑπερηφανία κακόν· ∆ιὰ τοῦτο, φησὶν, ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· καὶ πάλιν, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· καὶ πάλιν, Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐκεῖ ἐμφιλόσοφα δόγματα· οἷον ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα, φησὶ, λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τίς ὁ ὕμνος τῶν ἄνω, τί λέγει τὰ Χερουβὶμ, ἴσασιν οἱ πιστοί. Τί ἔλεγον οἱ ἄγγελοι κάτω; ∆όξα ἐν ὑψίστοις Θεῷ. ∆ιὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε τελειότερόν τι πρᾶ 62.364 γμα· Ψαλμοῖς, φησὶν, ὕμνοις,