1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

52

ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεὸς, ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς, ἢ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτι εἶχον ταῦτα τὰ χαρίσματα, ἢ ἐπεξήγησίς ἐστιν. Ἀπὸ τῆς χάριτος τοῦ Πνεύματος, φησίν. Ἄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Μὴ ἁπλῶς, φησὶ, τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν, ἐκεῖνο δὲ τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Μὴ πρὸς ἐπίδειξιν, φησίν. Κἂν ἐν ἀγορᾷ ᾖς, δύνασαι συστρέψαι σαυτὸν καὶ ᾄδειν τῷ Θεῷ, μηδενὸς ἀκούοντος. Ἐπεὶ καὶ Μωϋσῆς οὕτως ηὔχετο, καὶ ἠκούσθη· φησὶ γάρ· Τί βοᾷς πρός με; Καίτοι γε οὐδὲν εἶπεν ἀλλ' ἐβόα κατὰ διάνοιαν μετὰ καρδίας συντετριμμένης· διὸ καὶ ὁ Θεὸς ἤκουσε μόνος. Οὐ κεκώλυται γὰρ καὶ περιπατοῦντα εὔχεσθαι κατὰ καρδίαν, καὶ ἄνω εἶναι. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐν λόγῳ, ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Ἐὰν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν, οὐδὲν ἀκάθαρτον, ἔνθα ἂν ὁ Χριστὸς καλῆται. Ἐὰν ἐσθίῃς, ἐὰν πίνῃς, ἐὰν γαμῇς, ἐὰν ἀποδημῇς, πάντα ἐν ὀνόματι τοῦ Θεοῦ πρᾶττε· τουτέστιν, αὐτὸν καλῶν βοηθόν· ἐπὶ πάντων πρότερον αὐτῷ εὐχόμενος, ἅπτου τῶν πραγμάτων. Βούλει τι φθέγξασθαι; τοῦτο πρότασσε. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τῶν ἐπιστολῶν προτάσσομεν τὸ ὄνομα Κυρίου. Ἔνθα ἂν ᾖ τὸ ὄνομα Κυρίου, πάντα αἴσια. Εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα. Ἢ τοῦτό φησι· Κατὰ Θεὸν πάντα καὶ λέγετε, καὶ πράττετε· μὴ τοὺς ἀγγέλους ἐπεισάγετε. Ἐσθίεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Καθεύδεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Εἰς ἀγορὰν ἐμβάλλεις; ταυτὸν ποίει· μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν. Πάντα ἐν ὀνόματι Κυρίου ποίει, καὶ πάντα σοι εὐοδωθήσεται. Ὅπου ἂν ἐπιτεθῇ τὸ ὄνομα τοῦ Θεοῦ, πάντα αἴσια. Εἰ δαίμονας ἐκβάλλει, εἰ νόσους ἀπελαύνει, πολλῷ μᾶλλον εὐκολίαν πραγμάτων ποιήσει. Καὶ τί ἐστι ποιῆσαι ἐν λόγῳ, ἢ ἐν ἔργῳ; Ἢ ἀξιοῦντα, ἢ ὁτιοῦν ποιοῦντα. Ἄκουσον πῶς ὁ Ἀβραὰμ ἐν ὀνόματι Θεοῦ τὸν οἰκέτην ἀπέστειλεν, ὁ ∆αυῒδ ἐν ὀνόματι Θεοῦ τὸν Γολιὰθ καθεῖλε. Θαυμαστὸν τὸ ὄνομα αὐτοῦ καὶ μέγα. Πάλιν ὁ Ἰακὼβ τοὺς υἱοὺς πέμπων, φησίν· Ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐνώπιον τοῦ ἀνθρώπου. Ὁ γὰρ τοῦτο ποιῶν, ἔχει σύμμαχον τὸν Θεὸν, οὗ χωρὶς οὐδὲν ἐτόλμησε ποιῆσαι. Ἅτε οὖν τιμηθεὶς τῷ κληθῆναι, ἀντιτιμήσει τῷ ἐξευμαρίσαι τὰ πράγματα. Κάλει τὸν Υἱὸν, εὐχαρίστει τῷ Πατρί. Καὶ γὰρ τοῦ Υἱοῦ καλουμένου ὁ Πατὴρ καλεῖται, καὶ αὐτοῦ εὐχαριστουμένου ὁ Υἱὸς εὐχαριστεῖται. Ταῦτα μανθάνωμεν μὴ μέχρι ῥημάτων, ἀλλὰ καὶ διὰ τῶν ἔργων πληροῦν. Οὐδὲν τοῦ ὀνόματος τούτου ἴσον· τοῦτο πανταχοῦ θαυμάσιον· Μύρον, φησὶν, ἐκκενωθὲν ὄνομά σου. Ὁ τοῦτο εἰπὼν εὐθέως εὐωδίας ἐνεπλήσθη. Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, φησὶν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Τοῦτο τὸ ὄνομα τοσαῦτα ἐργάζεται. Ἐὰν εἴπῃς· Ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ 62.365 ἁγίου Πνεύματος, μετὰ πίστεως, πάντα ἤνυσας. Ὅρα πόσα ἐποίησας· ἐδημιούργησας ἄνθρωπον, καὶ τἄλλα πάντα ἀπὸ τοῦ βαπτίσματος εἰργάσω. Οὕτω ταῖς νόσοις ἐπιτασσόμενον φοβερὸν τὸ ὄνομα. ∆ιὰ ταῦτα ὁ διάβολος τὰ τῶν ἀγγέλων ἐπεισήγαγε, βασκαίνων ἡμῖν τῆς τιμῆς. Τῶν δαιμόνων τοιαῦται αἱ ἐπῳδαί. Κἂν ἄγγελος ᾖ, κἂν ἀρχάγγελος, κἂν τὰ Χερουβὶμ, μὴ ἀνέχου· ἐπεὶ οὐδὲ αὗται αἱ δυνάμεις καταδέξονται, ἀλλὰ καὶ ἀποσείσονται, ὅταν ἴδωσι τὸν ∆εσπότην ἀτιμαζόμενον. Ἐγώ σε ἐτίμησα, φησὶ, καὶ εἶπον· Ἐμὲ κάλει· καὶ σὺ ἀτιμάζεις αὐτόν; Ἂν ταύτην ᾄδῃς τὴν ἐπῳδὴν μετὰ πίστεως, καὶ 62.366 νόσους καὶ δαίμονας ἀπελάσεις· κἂν μὴ ἀπελάσῃς τὴν νόσον, οὐ παρὰ ἀσθένειαν, ἀλλὰ παρὰ τὸ συμφέρον. Κατὰ τὴν μεγαλωσύνην σου, φησὶν, οὕτω καὶ ἡ αἴνεσίς σου. ∆ιὰ τοῦ ὀνόματος τούτου ἡ οἰκουμένη ἐπεστράφη, ἡ τυραννὶς