1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

53

ἐλύθη, ὁ διάβολος ἐπατήθη, οἱ οὐρανοὶ ἀνεῴγησαν. Καὶ τί λέγω, οἱ οὐρανοί; ἡμεῖς ἀνεγεννήθημεν διὰ τοῦ ὀνόματος τούτου. Ἐὰν τοῦτο ἔχωμεν, λάμπομεν. Τοῦτο καὶ μάρτυρας ποιεῖ, καὶ ὁμολογητάς· τοῦτο κατέχωμεν ἀντὶ μεγάλου δώρου, ἵνα ἐν δόξῃ ζήσωμεν, καὶ εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ Ιʹ. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες,

ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι,

ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀν θρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.

αʹ. ∆ιὰ τί μὴ πανταχοῦ καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς ταῦτα ἐπιτάττει, ἀλλ' ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιμόθεον, καὶ τῇ πρὸς Τίτον; Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας· ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐμφέρειαν ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλαχοῦ δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν εἰρηνεύουσιν, οὓς ἐχρῆν περὶ δογμάτων μανθάνειν ὑψηλῶν ἔτι ἐλλειπόντων αὐτοῖς, οὐκ ἐχρῆν περὶ τούτων γράφειν· ἢ ὅτι παρακληθέντας ἐπὶ τοῖς πειρασμοῖς περιττὸν ἦν περὶ τούτων ἀκούειν. Ὥστε στοχάζομαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν Ἐκκλησίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν Θεόν· ἐπειδὴ τοῦτο ὑμᾶς κοσμεῖ, φησὶ, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν ὑποταγὴν, οὐδὲ τὴν ἀπὸ φύσεως μόνον, ἀλλὰ τὴν διὰ Θεόν φημι. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Ὅρα πῶς πάλιν τὸ κατάλληλον παρῄνεσε. Καθάπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἔστι γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι. Ὃ οὖν φησι, τοῦτό ἐστι· Μὴ μάχεσθε· οὐδὲν γὰρ οὕτως τῆς μάχης ταύτης πικρότερον, ὅταν παρὰ ἀνδρὸς πρὸς γυναῖκα γίνηται. Αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μάχαι, αὗται πικραί· καὶ δεί 62.366 κνυσιν ὅτι ἀπὸ πολλῆς πικρίας τοῦτο γίνεται, ὅταν πρὸς τὸ μέλος αὑτοῦ, φησὶ, τὶς διαστασιάζῃ. Τὸ μὲν οὖν ἀγαπᾷν τῶν ἀνδρῶν ἐστι, τὸ δὲ εἴκειν ἐκείνων. Ἐὰν οὖν ἕκαστος τὸ ἑαυτοῦ εἰσενέγκῃ, ἕστηκε πάντα βέβαια. Ἀπὸ μὲν γὰρ τοῦ ἀγαπᾶσθαι γίνεται καὶ ἡ γυνὴ φιλική· ἀπὸ δὲ τοῦ ὑποτάσσεσθαι ὁ ἀνὴρ ἐπιεικής. Ὅρα δὲ ὅτι καὶ ἐν τῇ φύσει οὕτω κατεσκεύασται, ὥστε τὸν μὲν φιλεῖν, τὴν δὲ ὑπακούειν. Ὅταν γὰρ ὁ ἄρχων τὸ ἀρχόμενον φιλῇ, τότε τὰ πάντα συνέστηκεν. Οὐχ οὕτως ἡ παρὰ τοῦ ἀρχομένου ἀγάπη, ὡς ἡ παρὰ τοῦ ἄρχοντος ζητεῖται πρὸς τὸν ἀρχόμενον· παρ' ἐκείνου γὰρ ἡ ὑπακοή. Τὸ