1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

56

τὸν Μονογενῆ δοὺς ὑπὲρ ἡμῶν, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον ἐξαποστείλας εἰς ἄφεσιν τῶν ἡμετέρων ἁμαρτιῶν, εἴ τι ἑκόντες ἢ ἄκοντες ἡμάρτομεν, συγχώρησον, καὶ μὴ λογίσῃ· μνήσθητι πάντων τῶν ἐπικαλουμένων τὸ ὄνομά σου ἐν ἀληθείᾳ· μνήσθητι πάντων τῶν εὖ, καὶ τἀναντία ἡμῖν θελόντων· πάντες γὰρ ἄνθρωποί ἐσμεν. Εἶτα ἐπιθεὶς τὴν εὐχὴν τῶν πιστῶν, ἐνταῦθα ἐπαύετο, ὡς κορωνίδα τινὰ καὶ σύνδεσμον ὑπὲρ πάντων τὴν εὐχὴν ποιησάμενος. Πολλὰ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ ἄκοντας εὖ ποιεῖ· πολλὰ γὰρ καὶ οὐκ εἰδότας, καὶ μείζονα. Ὅταν γὰρ τἀναντία εὐχώμεθα, αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ. Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν. Ὅρα τὴν ταπεινοφροσύνην, μετ' ἐκείνους ἑαυτὸν τίθησιν. Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ. Εἴσοδόν φησι καὶ παῤῥησίαν. Βαβαί! ὁ ἀθλητὴς ὁ τοσοῦτος οὐκ εἶπεν, Ἵνα ἀπαλλαγῶ τῶν δεσμῶν, ἀλλὰ δέσμιος ὢν ἑτέρους παρεκάλει, καὶ παρεκάλει ἐπὶ πράγματι μεγάλῳ, ἵνα παῤῥησίαν λάβῃ. Τὰ δύο μεγάλα, καὶ ἡ ποιότης τοῦ προσώπου, καὶ ἡ τοῦ πράγματος. Βαβαί! ὅσον τὸ ἀξίωμα. Τὸ μυστήριον, φησὶ, τοῦ Χριστοῦ. ∆είκνυσιν, ὅτι οὐδὲν αὐτῷ τούτου ποθεινότερον, τοῦ λαλῆσαι. ∆ι' ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Μετὰ πολλῆς, φησὶ, τῆς παῤῥησίας, καὶ μηδὲν ὑποστειλάμενον. Ὁρᾷς, τὰ δεσμὰ φανεροῖ αὐτὸν, οὐ συσκιάζει. Μετὰ πολλῆς, φησὶ, τῆς παῤῥησίας. Εἰπέ μοι, σὺ δέδεσαι, καὶ ἄλλους παρακαλεῖς; Ναὶ, φησί· μείζονά μοι παῤῥησίαν δίδωσι τὰ δεσμά· ἀλλὰ δέομαι τῆς τοῦ Θεοῦ ῥοπῆς· ἤκουσα γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν παραδιδῶσι ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσητε. Καὶ ὅρα πῶς μεταφορικῶς εἶπεν· Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου· Ὅρα πῶς ἄτυφός ἐστι, καὶ πῶς ἐν τοῖς δεσμοῖς ὢν ταπεινὰ φθέγγεται· τούτεστιν, Ἵνα μαλάξῃ τὰς καρδίας αὐτῶν. Οὐκ εἶπεν οὕτως, ἀλλ', Ἵνα ἡμῖν παῤῥησίαν δῷ, ταπεινοφρονῶν οὕτως εἴρηκε, καὶ τοῦτο ὅπερ εἶχεν, ἀξιοῖ λαβεῖν. ∆είκνυσιν ἐν ταύτῃ τῇ Ἐπιστολῇ διὰ τί τότε οὐκ ἦλθεν ὁ Χριστὸς τῷ σκιὰν ἐκεῖνα καλέσαι· Τὸ δὲ σῶμα, φησὶ, τοῦ Χριστοῦ. Ὥστε ἔδει ἐν τῇ σκιᾷ ἐθισθῆναι. Ἅμα καὶτῆς ἀγάπης τῆς εἰς αὐτοὺς μέγιστον ἐμφαίνει τεκμήριον· Ἵνα ὑμεῖς, φησὶν, ἀκούσητε· Ἐγὼ δὲ δέδεμαι. Πάλιν τὸν δεσμὸν εἰς μέσον τίθησιν, οὗ σφόδρα ἐρῶ, ὃς διανίστησί μου τὴν καρδίαν, καὶ ἀεὶ εἰς ἐπιθυμίαν ἄγει τοῦ τὸν Παῦλον δεδεμένον ἰδεῖν, καὶ ἐν δεσμοῖς γράφοντα, καὶ κηρύττοντα, καὶ βαπτίζοντα, καὶ κατηχοῦντα. Ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν ἀπανταχοῦ ἀνεφέρετο αὐτῷ δεδεμένῳ, μυρία ᾠκοδόμει δεδεμένος. Τότε εὔλυτος μᾶλλον ἦν. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Καὶ αὐτὸς δὲ πάλιν τοῦτο ὁμολογεῖ λέγων· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἐδεσμεῖτο μετὰ τῶν κακούργων, μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν ἀνδροφόνων· ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ὁ τὰ ἄῤῥητα ῥήματα ἀκούσας, ἐδέδετο. Ἀλλὰ τότε ταχύτερος ὁ δρόμος ἦν. Ὁ δε 62.370 θεὶς ἐλέλυτο, καὶ ὁ μὴ δεδεμένος ἐδέδετο. Οὗτος μὲν γὰρ ὅπερ ἤθελεν, ἔπραττεν· ἐκεῖνος δὲ αὐτὸν οὐκ ἐκώλυεν, οὐδὲ τὴν ἰδίαν ἐπλήρου πρόθεσιν. Τί ποιεῖς, ὦ ἀνόητε; μὴ γὰρ σωματικός ἐστι δρομεύς; μὴ γὰρ ἐν σταδίῳ τῷ παρ' ἡμῖν ἀγωνίζεται; ἐν οὐρανῷ πολιτεύεται· τὸν ἐν οὐρανῷ τρέχοντα δῆσαι τὰ ἐπὶ γῆς οὐ δύναται, οὐδὲ κατασχεῖν. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον; Περίβαλε δεσμὰ ταῖς ἀκτῖσι, στῆσον τοῦ δρόμου· ἀλλ' οὐ δυνήσῃ. Οὐκοῦν οὐδὲ Παῦλον· καὶ πολλῷ μᾶλλον τοῦτον, ἢ ἐκεῖνον· πλείονος γὰρ οὗτος, ἢ ἐκεῖνος ἀπέλαυσε προνοίας, ἅτε φῶς φέρων οὐ τοιοῦτον ἡμῖν, ἀλλὰ τὸ ἀληθινὸν βαστάζων. Ποῦ νῦν εἰσιν οἱ μηδὲν βουλόμενοι διὰ τὸν Χριστὸν πάσχειν; τί δὲ λέγω πάσχειν, ὅπου γε οὐδὲ χρήματα βούλονται προέσθαι; Ἐδέσμει καὶ Παῦλός ποτε, καὶ ἐνέβαλλεν εἰς