1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

62

ἀλλὰ διὰ τὴν ἀσθένειαν ὁ μὲν διαβασταζέσθω, ὁ δὲ μὴ οὕτως· οἷον, αἰτίας οὐκ οὔσης, μὴ κάλει τὸν Ἕλληνα μιαρὸν, μηδὲ ἔσο ὑβριστής· ἀλλ' ἂν μὲν ἐρωτηθῇς περὶ τοῦ δόγματος, ἀπόκριναι ὅτι μιαρὸν καὶ ἀσεβές· οὐδενὸς δὲ ἐρωτῶντος οὐδὲ ἀναγκάζοντος λέγειν, οὐ προσήκει ἁπλῶς ἀπέχθειαν ἀναδέχεσθαι. Ποία γὰρ ἀνάγκη περιττὰς ἔχθρας κατασκευάζειν; Πάλιν, ἄν τινα κατηχῇς, λέγε ἐξ ὑποθέσεως ὑποκειμένης· ἐπεὶ σίγα. Ἐὰν ᾖ ἅλατι ἠρτυμένος ὁ λόγος, κἂν εἰς διαῤῥέουσαν ἐμπέσῃ ψυχὴν, ἐπισφίγξει τὴν χαύνην· κἂν εἰς τραχεῖαν, λεανεῖ τὸ σκληρόν. Ἐπίχαρις ὢν, μήτε φορτικὸς ἔστω, μήτε πάλιν χαῦνος, ἀλλὰ καὶ τὸ στῦφον ἐχέτω, καὶ τὸ μεθ' ἡδονῆς. Ἄν τε γὰρ ἀμέτρως ἐπιστύψῃ, μᾶλλον ἔβλα 62.377 ψεν ἢ ὠφέλησεν· ἐὰν δὲ ἀμέτρως χαριεντίσηται, μᾶλλον ἐλύπησεν ἢ ὤνησεν· ὥστε πανταχοῦ μέτρα δεῖ εἶναι. Μήτε κατηφὴς ἔσο καὶ σκυθρωπός· ἀηδὲς γάρ· μήτε διακεχυμένος· εὐκαταφρόνητον γὰρ καὶ πεπατημένον ἀλλ' ἑκατέρου τὴν ἀρετὴν λαβὼν, τὴν κακίαν φύγε, καθάπερ ἡ μέλιττα τοῦ μὲν τὸ φαιδρὸν, τοῦ δὲ τὸ σεμνόν. Εἰ γὰρ ἰατρὸς οὐχ ὁμοίως πᾶσι χρήσεται τοῖς σώμασι, πολλῷ μᾶλλον διδάσκαλος. Καίτοι μᾶλλον ἂν τὰ σώματα ἀκατάλληλα φάρμακα ἐνέγκοι, ἢ ψυχὴ λόγον· οἷον, πρόσεισιν Ἕλλην, καὶ γίνεταί σοι φίλος; μηδὲν αὐτῷ περὶ τούτου διαλεχθῇς, ἕως ἂν γένηται πάνυ φίλος· καὶ ὅταν γένηται, ἠρέμα. γʹ. Ὅρα γὰρ καὶ ὁ Παῦλος ἡνίκα εἰς τὰς Ἀθήνας παρεγένετο, πῶς αὐτοῖς διελέγετο. Οὐκ εἶπεν, Ὦ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ τί; Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Πάλιν ὅτε ὑβρίσαι ἐχρῆν, οὐ παρῃτήσατο· ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος ἔλεγε τῷ Ἐλύμᾳ· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ὥσπερ γὰρ ἐκείνους ὑβρίσαι ἀνοίας ἦν, οὕτω τοῦτον μὴ ὑβρίσαι μαλακίας ἦν. Πάλιν, εἰσήχθης πρὸς ἄρχοντα διὰ πρᾶγμα; τὰς προσηκούσας ἀπόνειμαι τιμάς. Πάντα ὑμῖν, φησὶ, γνωριοῦσι τὰ ὧδε. ∆ιὰ τί μὴ συνῆλθον, φησί; Τί δέ ἐστι, Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε; Τουτέστι, Τὰ δεσμὰ, καὶ τὰ ἄλλα πάντα τὰ κατέχοντά με. Οὐκ ἂν οὖν ὁ προσευχόμενος αὐτοὺς ἰδεῖν, ὁ καὶ ἑτέρους ἀποστέλλων, αὐτὸς ὑστέρησα, μὴ μεγάλης με κατεχούσης ἀνάγκης. Καὶ μὴν τοῦτο οὐκ ἦν ἐγκαλούντων. Καὶ μὴν σφόδρα ἐγκαλούντων. Τὸ γὰρ μαθεῖν ὅτι καὶ πειρασμοῖς περιέπεσε καὶ ἤνεγκε γενναίως, τοῦτο πιστουμένου ἦν τὸ πρᾶγμα, καὶ ἀνορθοῦντος τὰς ἐκείνων ψυχάς. Σὺν Ὀνησίμῳ, φησὶ, τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ. Ἀδελφὸν τὸν δοῦλον ὁ Παῦλός φησιν· εἰκότως· ὅπου γε καὶ ἑαυτὸν δοῦλον ὀνομάζει τῶν πιστῶν. Κατενέγκωμεν πάντες τὸν τῦφον, καταπατήσωμεν τὴν ἀλαζονείαν. ∆οῦλον ὀνομάζει ἑαυτὸν Παῦλος, ὁ τῆς οἰκουμένης ἀντάξιος καὶ μυρίων οὐρανῶν, καὶ σὺ μέγα φρονεῖς; ὁ πάντα ἄγων καὶ φέρων ὡς ἤθελεν, ὁ τὰ πρωτεῖα ἔχων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐστεφανωμένος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, τοὺς δούλους ἀδελφοὺς καλεῖ, καὶ συνδούλους. Ποῦ ἡ μανία; ποῦ ἡ ἀλαζονεία; Οὕτως ἀξιόπιστος γέγονεν ὁ Ὀνήσιμος, ὥστε καὶ τοιαῦτα πιστεύεσθαι. Καὶ Μάρκος, φησὶν, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· δέξασθε αὐτόν. Ἴσως παρὰ Βαρνάβα ἐντολὰς ἔλαβον. Οἱ ὄντες ἐκ περιτομῆς. Καταστέλλει τῶν Ἰουδαίων τὸ φύσημα· ἐπαίρει τούτων τὰς ψυχὰς, ὅτι ὀλίγοι μὲν ἐκ περιτομῆς, οἱ δὲ πλείους ἐκ τῶν ἐθνῶν. Οἵτινες ἐγενήθησάν μοι, φησὶ, παρηγορία. ∆είκνυσιν ἑαυτὸν ἐν πειρασμοῖς ὄντα μεγάλοις. Ὥστε οὐδὲ τοῦτο μικρόν· ὅταν τοὺς ἁγίους παρακαλῶμεν καὶ παρουσίᾳ καὶ λόγῳ καὶ προσεδρείᾳ, ὅταν συγκακουχώμεθα (τοῖς δεσμίοις γὰρ, φησὶν, ὡς συνδεδεμένοι)· ὅταν τὰ ἐκείνων ἡμέτερα ποιῶμεν πάθη, καὶ ἐν τοῖς στεφάνοις κοινωνήσομεν. Οὐχ εἱλκύσθης εἰς τὸ στάδιον; οὐ καθῆκας εἰς τὸν ἀγῶνα; ἄλλος 62.378 ἀπεδύσατο, ἄλλος παλαίει. Ἀλλ' ἐὰν θέλῃς, κοινωνήσεις καὶ σύ· ἄλειψον ἐκεῖνον, γενοῦ αὐτοῦ φιλητὴς καὶ σπουδαστὴς, ἔξωθεν ἐπιβόα μεγάλα, διέγειρε