1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

70

τί αὐτὴν καὶ ἑτέρως εὐκαταφρόνητον ποιεῖς ἀπὸ τῆς ἀναστροφῆς; Ἐπαινῶ ὅτι παρθένοι παραγίνονται τὴν ὁμήλικα τιμῶσαι, ὅτι παραγίνονται γυναῖκες τὴν εἰς αὐτὰς καταχθεῖσαν τιμῶσαι· καλῶς τοῦτο ὥρισται. ∆ύο γάρ εἰσιν οὗτοι χοροὶ, ὁ τῶν παρθένων, καὶ ὁ τῶν γεγαμημένων· αὗται παραδιδόασιν, ἐκεῖναι δέχονται. Ἡ νύμφη μεταξὺ τούτων ἐστὶν, οὔτε παρθένος, οὔτε γυνή· ἐκεῖθεν μὲν γὰρ ἐξέρχεται. ταύτης δὲ ἐπιβαίνει τῆς συμμορίας. 62.387 Αἱ δὲ πόρναι, διὰ τί; ∆έον αὐτὰς ἐγκαλύπτεσθαι ὅταν γάμος ᾖ, δέον αὐτὰς κατορύττεσθαι (φθορὰ γὰρ γάμου πορνεία), ἡμεῖς δὲ ἄγομεν αὐτὰς εἰς γάμους. Καὶ ὅταν μέν τι ποιῆτε, καὶ μέχρι ῥήματος οἰωνίζεσθε τὰ ἐναντία· οἷον, ὅταν σπείρῃς, ὅταν ἀπαντλῇς τῶν ὑποληνίων τὸν οἶνον, τὰ ὀξίνην σημαίνοντα οὐδ' ἂν ἀποκρίνοιο· ἐνταῦθα δὲ σωφροσύνης γινομένης, ἐπεισάγετε τὴν ὀξίνην; τοῦτο γὰρ ἡ πόρνη. Ὅταν μύρον κατασκευάζητε, οὐδὲν δυσῶδες ἀφίετε πλησιάζειν. Μύρον ἐστὶν ὁ γάμος· τί τοίνυν τὴν τοῦ βορβόρου δυσωδίαν ἐπεισάγεις τῇ τοῦ μύρου κατασκευῇ; Τί λέγεις; ὀρχεῖται ἡ παρθένος, καὶ οὐκ αἰσχύνεται τὴν ὁμήλικα; Ταύτης γὰρ σεμνοτέραν αὐτὴν εἶναι δεῖ· ἐξ ἀγκάλης γε, οὐκ ἐκ παλαίστρας ἐξῆλθε. Φαίνεσθαι γὰρ ὅλως ἐν γάμοις τὴν παρθένον οὐ δεῖ. εʹ. Οὐχ ὁρᾷς ἐν τοῖς βασιλείοις, ὅτι οἱ μὲν τετιμημένοι ἔνδον περὶ τὸν βασιλέα εἰσὶν, οἱ δὲ ἄτιμοι ἔξω; Καὶ σὺ ἔνδον ἔσο περὶ τὴν νύμφην. Ἀλλὰ ἁγνὸς μένε ἐπὶ τῆς οἰκίας· μὴ ἐκπόμπευε τὴν παρθενίαν. Παρέστηκεν ἑκάτερος ὁ χορὸς, ὁ μὲν οἵαν διδόασι δεικνὺς, ὁ δὲ ἵνα ταύτην φυλάττωσι· τί καταισχύνεις τὴν παρθενίαν; Εἰ γὰρ σὺ τοιαύτη, τοιαῦτα καὶ περὶ ἐκείνης ὁ νυμφίος ὑποπτεύσει· εἰ σὺ ἐρᾶσθαι θέλεις, παντοπώλιδος καὶ λαχανοπώλιδος καὶ δημιουργοῦ ταῦτα. Οὐκ ἔστι ταῦτα αἰσχύνη; Αἰσχύνη ἐστὶ τὸ ἀσχημονεῖν, κἂν βασιλέως θυγάτηρ ᾖ. Μὴ γὰρ ἡ πενία κωλύει; μὴ γὰρ τὸ ἐπιτήδευμα; Κἂν δούλη τις ᾖ παρθένος, ἐν σωφροσύνῃ μενέτω· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος. Μὴ γὰρ θέατρόν ἐστιν ὁ γάμος; Μυστήριόν ἐστι, καὶ τύπος μεγάλου πράγματος· κἂν αὐτὸ μὴ αἰδῇ, αἰδέσθητι οὗ τύπος ἐστί. Τὸ μυστήριον τοῦτο, φησὶ, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Τῆς Ἐκκλησίας τύπος ἐστὶ καὶ τοῦ Χριστοῦ, καὶ πόρνας εἰσάγεις; Ἂν τοίνυν, φησὶ, μήτε παρθένοι ὀρχῶνται, μήτε γεγαμημέναι, τίς ὀρχήσεται; Μηδείς· ποία γὰρ ὀρχήσεως ἀνάγκη; Ἐν τοῖς τῶν Ἑλλήνων μυστηρίοις αἱ ὀρχήσεις, ἐν δὲ τοῖς ἡμετέροις σιγὴ καὶ εὐκοσμία, αἰδὼς καὶ καταστολή. Μυστήριον τελεῖται μέγα· ἔξω αἱ πόρναι, ἔξω οἱ βέβηλοι. Πῶς μυστήριόν ἐστι; Συνέρχονται, καὶ ποιοῦσιν οἱ δύο ἕνα. ∆ιὰ τί, ὅτε μὲν εἰσῄει, οὐκ ὄρχησις, οὐ κύμβαλα, ἀλλὰ πολλὴ σιγὴ, πολλὴ ἡσυχία· ὅταν δὲ συνίωσιν, οὐκ εἰκόνα ἄψυχον, οὐδὲ εἰκόνα τινὸς τῶν ἐπὶ γῆς, ἀλλ' αὐτοῦ ποιοῦντες τοῦ Θεοῦ, τοσοῦτον ἐπεισάγεις θόρυβον, καὶ ταράττεις τοὺς ὄντας, καὶ αἰσχύνεις τὴν ψυχὴν, καὶ θορυβεῖς; Ἔρχονται ἓν σῶμα γενησόμενοι. Ἰδοὺ πάλιν ἀγάπης μυστήριον. Ἂν οἱ δύο μὴ γένωνται ἓν, οὐκ ἐργάζονται πολλοὺς, ἕως ἂν δύο μένωσιν· ὅταν δὲ εἰς ἑνότητα ἔλθωσι, τότε ἐργάζονται. Τί μανθάνομεν ἀπὸ τούτου; Ὅτι πολλὴ τῆς ἑνώσεως ἡ ἰσχύς. Τὸ εὐμήχανον τοῦ Θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε παρὰ τὴν ἀρχὴν, καὶ θέλων δεῖξαι ὅτι μετὰ τὸ διαιρεθῆναι καὶ εἷς μένει, οὐκ ἀφῆκεν ἕνα ἀρκεῖν πρὸς τὴν γέννησιν. Οὐ γάρ ἐστιν εἷς [ὁ] οὐδέπω, ἀλλ' ἥμισυ τοῦ ἑνός· καὶ δῆλον, ὅτι οὐ παιδοποιεῖ, καθάπερ καὶ πρότερον. Εἶδες τοῦ γάμου τὸ μυστήριον; Ἐποίησεν ἐξ ἑνὸς ἕνα, καὶ πάλιν τοὺς δύο τούτους ἕνα ποιήσας οὕτω ποιεῖ ἕνα· ὥστε καὶ νῦν ἐξ ἑνὸς τίκτεται ἄνθρωπος. Γυνὴ γὰρ καὶ 62.388 ἀνὴρ οὐκ εἰσὶν ἄνθρωποι δύο, ἀλλ' ἄνθρωπος εἷς· καὶ παρὸν καὶ πολλαχόθεν αὐτὸ πιστώσασθαι, οἷον ἀπὸ τοῦ Ἰακώβου, ἀπὸ τῆς Μαρίας τῆς μητρὸς τοῦ Χριστοῦ, ἀπὸ τοῦ λέγειν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ ὁ μὲν κεφαλὴ, ἡ δὲ σῶμα, πῶς δύο; ∆ιὰ τοῦτο ἡ μὲν μαθητοῦ,