1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

5

Θεοῦ, ὥστε πανταχόθεν ἀμήχανον αὐτὸν λεχθῆναι. ∆εικνὺς δὲ πῶς εἰς περισσείαν ἔδωκεν, Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, φησὶ, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ· τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας τὴν ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν. 62.15 δʹ. Βαβαὶ, πόση φιλία! Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει. Τοῦ θελήματος αὑτοῦ, φησίν· ὡς ἂν εἴποι τις, Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας τε γέμον καὶ φρονήσεως. Τί γὰρ ταύτης τῆς σοφίας ἴσον ἐρεῖς; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς εὐμηχανίας ἴσον; ὁ ἐχθρὸς, ὁ μεμισημένος, οὗτος ἐξαίφνης ἄνω γέγονε. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ. Μακρὸς ἐνταῦθα δεῖξαι ὁ λόγος, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. ∆ιὸ πάλιν, Κατὰ τὴν εὐδοκίαν αὑτοῦ, φησὶν, ἣν προέθετο ἐν αὐτῷ. Τουτέστι, τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἂν ἔχοι ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Τοῦτο δὲ γέγονεν, Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν ἐπιγείων, οὐκ εἶχε μίαν κεφαλήν. Κατὰ μὲν γὰρ τὸν τῆς δημιουργίας λόγον εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυμένης, ἀλλ' ἀπεσχισμένοι ἦσαν τῆς ὑπακοῆς αὐτοῦ. Εἰς οἰκονομίαν, φησὶ, τοῦ πληρώματος τῶν καιρῶν. Πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν. Ὅρα πῶς ἀκριβῶς φθέγγεται. Καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ Πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην ὁρμὴν, τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν διὰ τοῦ Χριστοῦ, οὐδαμοῦ διάκονον αὐτὸν ὀνομάζει. Ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Χριστοῦ Ἰησοῦ εἰς αὐτὸν, καὶ εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Καὶ οὐδαμοῦ διάκονον αὐτὸν εἶπεν, Εἰ δὲ τὸ, ἐν, καὶ τὸ, διὰ, διακόνου ἐστὶν, ὅρα ποῦ τρέπει τὸ πρᾶγμα. Ἀρχόμενος γὰρ εὐθέως τῆς Ἐπιστολῆς, ∆ιὰ τοῦ θελήματος, εἶπε, τοῦ Πατρός. Ὁ Πατὴρ ἠθέλησε, φησὶν, ὁ Υἱὸς ἐνήργησεν. Ἀλλ' οὔτε, ἐπειδὴ ὁ Πατὴρ ἠθέλησε, τῆς ἐνεργείας ἐκτός ἐστιν ὁ Υἱός· οὔτε ἐπειδὴ ὁ Υἱὸς ἐνήργησε, τοῦ θελήματος ἀπεστέρηται ὁ Πατὴρ, ἀλλὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ πάντα· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, φησὶ, καὶ τὰ σὰ ἐμά. Πλήρωμα δὲ τῶν καιρῶν ἡ παρου 62.16 σία αὐτοῦ ἦν. Ἐπεὶ οὖν πάντα ἔπραξε καὶ δι' ἀγγέλων, καὶ διὰ προφητῶν, καὶ διὰ νόμου, καὶ οὐδὲν πλέον ἐγένετο, ἀλλ' ἐκινδύνευεν εἰκῆ γεγενῆσθαι ἄνθρωπος, εἰκῆ παρῆχθαι, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ, πάντων ἀπολλυμένων ἁπλῶς, καὶ μειζόνως ἢ ἐπὶ τοῦ κατακλυσμοῦ, εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γενέσθαι. Τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει, καὶ σοφίαν. Πῶς; Ὅτι ὅτε μάλιστα ἔμελλον ἀπόλλυσθαι, τότε διεσώθησαν. Ἀνακεφαλαιώσασθαι, φησίν. Τί ἐστιν, Ἀνακεφαλαιώσασθαι; Συνάψαι. Πλὴν ἀλλὰ σπουδάσωμεν ἐγγὺς αὐτῆς γενέσθαι τῆς ἀληθείας. Παρὰ μὲν γὰρ ἡμῖν καὶ ἐν τῇ συνηθείᾳ ἀνακεφαλαίωσις λέγεται καὶ τὰ διὰ μακρῶν λεγόμενα εἰς βραχὺ συστεῖλαι, καὶ πάντα τὰ διὰ πολλῶν λεγόμενα συντόμως εἰπεῖν. Ἔστι μὲν γὰρ καὶ τοῦτο· τὰ γὰρ διὰ μακροῦ χρόνου οἰκονομούμενα ἀνεκεφαλαιώσατο ἐν ἑαυτῷ, τουτέστι, συνέτεμε. Λόγον γὰρ συντελῶν, καὶ συντέμνων ἐν δικαιοσύνῃ, καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. Τοῦτό ἐστιν ἀνακεφαλαίωσις. Ἔστι καὶ ἕτερόν τι δηλούμενον. Ποῖον τοῦτο; Μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸ κατὰ σάρκα Χριστὸν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις· τουτέστι, καὶ ἀγγέλοις μίαν ἀρχὴν ἔδωκεν, καὶ ἀνθρώποις, τοῖς μὲν τὸ κατὰ σάρκα, τοῖς δὲ τὸν Θεὸν Λόγον· ὡς ἂν περὶ οἰκίας τις εἴποι τὰ μὲν σαθρὰ, τὰ δὲ ἰσχυρὰ ἐχούσης· Ἀνῳκοδόμησε τὴν οἰκίαν, τουτέστιν, ἰσχυροτέραν εἰργάσατο, ἰσχυροτέραν κρηπῖδα ὑπέθηκεν· οὕτω καὶ ἐνταῦθα πάντας ὑπὸ μίαν ἤγαγε κεφαλήν.