1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

13

τὰ ἀγαθὰ τοῦτο πεποίηκε, τὸ τὸν Υἱὸν δοῦναι κεφαλήν. Οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον ἡμᾶς ἐτίμησε, τὸ ἐξ ἡμῶν ἀναγαγὼν, ἀλλ' ὅτι καὶ τὸ κοινὸν γένος ἅπαν ἐκείνῳ ἕπεσθαι παρεσκεύασεν, ἐκείνου ἔχεσθαι, ἐκείνῳ ἀκολουθεῖν. Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ. Ἵνα γὰρ μὴ, ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα, μηδ' ὡς ἄρχοντα μόνον, ἀλλ' ὡς σώματος ἴδῃς κεφαλὴν, Τὸ πλήρωμα, φησὶν, τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ὡς οὐκ ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι; Τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία. Καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα, καὶ πλήρωμα σώματος κεφαλή. Ὅρα πόσῃ τάξει κέχρηται Παῦλος, πῶς οὐδενὸς φείδεται ῥήματος, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν δόξαν. Πλήρωμα, φησί· τουτέστιν, οἷον κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος· διὰ γὰρ πάντων μερῶν τὸ σῶμα συνέστηκε, καὶ ἑνὸς ἑκάστου χρῄζει. Ὅρα πῶς αὐτὸν κοινῇ πάντων χρῄζοντα εἰσάγει. Ἂν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποῦς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα. ∆ιὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ. Τότε πληροῦται ἡ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι. γʹ. Εἶδες πλοῦτον δόξης κληρονομίας; εἶδες ὑπερβάλλον μέγεθος δυνάμεως εἰς τοὺς πιστεύοντας; εἶδες ἐλπίδα κλήσεως; Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν, ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται. Καὶ τῶν ἀγγέλων κατὰ τοῦτο τὸ ὑπόδειγμα βελτίους ἡμᾶς εἶναι χρὴ, καὶ τῶν ἀρχαγγέλων μείζους, ὡς πάντων αὐτῶν προτετιμημένους. Οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεὸς, καθὼς γράφων Ἑβραίοις φησὶν, ἀλλὰ σπέρματος Ἀβραάμ· οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος οὐδὲ ἄλλης οὐδεμιᾶς δυνάμεως· ἀλλὰ τὴν ἡμετέραν φύσιν ἀνέλαβε, καὶ ἐκάθισεν ἄνω. Καὶ τί λέγω, ἐκάθισεν; ἱμάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ὑπὸ τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε. Πόσους βούλει θεῖναι θανάτους; πόσας ψυχάς; μυρίους καὶ πολλαπλασίους; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς. ∆ύο γὰρ τὰ μέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀνήγαγε. Εἶπεν ἐκεῖνο πρῶτον, ὅτι ἑαυτὸν ἐταπείνωσε τοσοῦτον· λέγει τὸ τούτου ὑψηλότερον νῦν, τὸ μέγα 62.27 ὄντως καὶ τὸ κεφάλαιον. Καίτοι εἰ καὶ μηδενὸς ἠξιώθημεν, ἤρκει· ἢ καὶ τούτου εἰ ἠξιώθημεν, χωρὶς τοῦ σφάξαι ἤρκει· ὅταν δὲ τὰ δύο ᾖ, τίνα οὐκ ἂν ὑπερβολὴν λόγου νικήσειε καὶ ὑπερβαίη; Οὐ μέγα ἡ ἀνάστασις, ὅταν ταῦτα λογίσωμαι. Περὶ τούτου φησίν· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ Θεοῦ Λόγου. Αἰδεσθῶμεν τὴν ἐγγύτητα τῆς συγγενείας, φοβηθῶμεν μή τις ἀποκοπῇ τοῦ σώματος τούτου, μή τις ἐκπέσῃ, μή τις ἀνάξιος φανῇ. Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδημα ἡμῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡμῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ μεῖζον, καὶ οὐδένα λόγον ποιούμεθα. Ἀλλ' ἄγγελοι μὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάμεις· ἡμεῖς δὲ, οἱ σῶμα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι' ἐκεῖνο αἰδεσθησόμεθα; καὶ τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιμῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βουλοίμεθα, μᾶλλον ἡμᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τιμηθέντας τοσαύτην τιμὴν, ἀναξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλασιν, τίνα τιμωρίαν; Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται· τοῦτο μόνον καὶ ἀπόχρη πρὸς πᾶν ὁτιοῦν· τίνος ἐν δεξιᾷ ἵδρυται. Ἀλλ' αὕτη μὲν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως· τὸ δὲ ταύτης σῶμα καὶ ὑπὸ δαιμόνων πατεῖται; Ἀλλὰ μὴ γένοιτο· εἰ γὰρ γένοιτο, οὐκ ἂν εἴη τὸ τοιοῦτον σῶμα λοιπόν. Τὴν κεφαλήν σου καὶ οἱ εὐδοκιμοῦντες τῶν δούλων πεφρίκασι, καὶ τὸ σῶμα τοῖς προσκεκρουκόσιν ὑποβάλλεις; καὶ πόσης οὐκ ἔσῃ κολάσεως ἄξιος; Εἴ τις τοὺς πόδας τοῦ βασιλέως κλοιοῖς περιβάλοι καὶ πέδαις, ἆρα οὐχὶ τῆς ἐσχάτης δίκης ὑπεύθυνος ἔσται; Σὺ ὅλον