1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

14

τὸ σῶμα θηρίοις παραβάλλεις χαλεποῖς, καὶ οὐ φρίττεις; Ἀλλ' ἐπειδὴ περὶ σώματος Κυριακοῦ ὁ λόγος, φέρε, καὶ περὶ ἐκείνου μνημονεύσωμεν, τοῦ σταυρωθέντος, τοῦ προσηλωθέντος, τοῦ θυομένου. Εἰ σῶμα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐμπτύσματα, φέρε ῥαπίσματα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶμα ἦν. Τὸ σῶμα ἐκεῖνο ἀναμάρτητον ἦν· Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος ἐν τῷ στόματι αὐτοῦ εὑρέθη· αἱ χεῖρες αὐτοῦ πρὸς εὐεργεσίαν ἅπαντα ἔπραττον τῶν δεομένων· οὐδὲν τὸ στόμα ἐξέβαλε τῶν οὐ προσηκόντων· ∆αιμόνιον ἔχεις, ἤκουσε, καὶ οὐδὲν ἀντεῖπεν. Ἐπεὶ δὲ περὶ σώματος ἡμῖν ὁ λόγος, ὅσοι μετέχομεν τοῦ σώματος, ὅσοι τοῦ αἵματος ἀπογευόμεθα τούτου, ἐννοεῖτε ὅτι τοῦ μηδὲν ἐκείνου διαφέροντος οὐδὲ διεστῶτος μετέχομεν πρὸς μετοχὴν, ὅτι ἐκείνου τοῦ ἄνω καθημένου, τοῦ προσκυνουμένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα. Οἴμοι, πόσαι πρὸς σωτηρίαν ἡμῖν ὁδοί! Σῶμα ἡμᾶς ἑαυτοῦ ἐποίησε, σῶμα ἡμῖν τὸ ἑαυτοῦ μετέδωκε, καὶ οὐδὲν τούτων ἡμᾶς ἀποτρέπει τῶν κακῶν. Ὢ τοῦ σκότους, καὶ τοῦ βυθοῦ τοῦ πολλοῦ! ὢ τῆς ἀναλγησίας! Τὰ ἄνω, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν 62.28 ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· καὶ μετὰ ταῦτα χρημάτων φροντίζουσί τινες, ἕτεροι ὑπὸ τῶν παθῶν ἁλίσκονται. δʹ. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώματος, ὅταν πεπηρωμένον ᾖ, ὅταν νενεκρωμένον, ὅταν σεσηπὸς, ὅταν καὶ τῷ λοιπῷ λυμαίνηται; Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος. Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δεινόν; Ὅταν μὴ μετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶμα, ὅταν οἱ πόροι ἐμφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡμεῖς ὅταν ἀποφράξωμεν τὰς ἀκοὰς, πηροῦται ἡμῶν ἡ ψυχή· ὅταν μὴ μετέχωμεν τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυμῶν διεφθαρμένων ἡμᾶς λυμαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκεδόνα ἐργαζομένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκείνου λοιπὸν, δεήσεται τοῦ διχοτομηθῆναι Οὐ γὰρ ἀνέχεται μετὰ τοιούτου σώματος εἰσελθεῖν εἰς τὸν νυμφῶνα ὁ Χριστός. Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυμένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται; τί οὐ διαθήσει; Πολλοὺς ὁρῶ τοὺς σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ μᾶλλον καὶ νόμῳ, ἢ λογισμῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετέχει τῶν μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων ἡμέρα. Καίτοι καιρὸς οὐ τοῦτο προσόδου· οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης μηδέποτε. Ὁσάκις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόμνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑμῶν, τῆς εὐεργεσίας τῆς ἐμῆς. Ἐννόησον, οἱ τῆς θυσίας μετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ. Τί γὰρ οὐκ ἔπραττον; τί δὲ οὐκ ἐποίουν; Πάντοτε ἐκαθαίροντο· σὺ δὲ θυσίᾳ προσιὼν ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα ὁρίζεις; καὶ πῶς παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμῶν αὐτοῦ τοῦ σώματος; Καὶ βασιλέα μὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος· τὸν δὲ Βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγμά ἐστιν. Εἰπέ μοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσελθεῖν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐθέλοις ἂν μηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς χερσίν. Εἶτα ἐν τῷ μικρῷ οὕτως ὢν εὐλαβὴς, ψυχὴν ἔχων ῥυπαρὰν προσέρχῃ, καὶ ἅπτεσθαι τολμᾷς; Καίτοι ὑπὸ μὲν τῶν χειρῶν πρὸς καιρὸν κατέχεται, εἰς δὲ ἐκείνην ὁλόκληρος ἀναλύεται. Τί δέ; οὐχ ὁρᾷς τὰ σκεύη οὕτω περικλυζόμενα; οὕτως ἀπολάμποντα; Τούτων καθαρωτέρας ἡμῖν εἶναι δεῖ τὰς ψυχὰς, τούτων ἁγιωτέρας καὶ λαμπροτέρας. Τί δήποτε; Ὅτι ἐκεῖνα δι' ἡμᾶς τοιαῦτα γίνεται. Ἐκεῖνα