1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

17

ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούμενοι. Καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτον, ἀλλ' εἰς γέενναν παραπέμποντι, πάντες ὑπείκουσι. Καὶ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ, καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, καὶ μᾶλλον αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ, πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Κατὰ 62.32 τὴν ἐξουσίαν, φησὶ, τοῦ ἀέρος τοῦ πνεύματος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα ἀέρια αἱ ἀσώματοι δυνάμεις εἰσὶν αὐτοῦ τοῦ ἐνεργοῦντος. Ὅτι καὶ αἰώνιος αὐτοῦ ἡ ἀρχὴ, τουτέστι, τῷ παρόντι αἰῶνι συγκαταλυομένη, ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἵνα γὰρ μὴ κοσμοκράτορας ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, Τοῦ σκότους τοῦ αἰῶνος, προστίθησι. Καὶ ἀλλαχοῦ αἰῶνα πονηρὸν καλεῖ τὸν καιρὸν τὸν διεστραμμένον, οὐ περὶ τῶν κτισμάτων λέγων. Ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς, καὶ μετὰ τὴν παράβασιν. Τοῦ νῦν ἐνεργοῦντος, φησὶν, ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ προσάγεται; Ἀπείθειαν γὰρ εἶπεν, ὡς ἄν τις εἴποι, Ἀπάτῃ καὶ πειθοῖ τοὺς πάντας ἐφέλκεται. Καὶ οὐ τούτῳ δὲ μόνον αὐτοὺς παραμυθεῖται, τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ' ἐκείνων. Ἐν οἷς, φησὶ, καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. Πάντες· οὐκ ἔνι γὰρ εἰπεῖν ὅτι ἐξῆρτό τις. Ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποὶ πάντες· τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες. Ἀλλ' ἵνα μὴ ταῦτα λέγειν ὑποπτευθῇ ἐπὶ διαβολῇ τῆς σαρκὸς, μηδὲ μέγα νομίσῃ τις εἶναι τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· Τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες, τουτέστι, τὰ τῆς ἡδονῆς πάθη. Παρωξύναμεν, φησὶ, τὸν Θεὸν, καὶ παρωργίσαμεν· τουτέστιν, Ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. Ὥσπερ γὰρ ὁ ἀνθρώπου ὢν τέκνον, φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς ὀργῆς τέκνα ἦμεν, ὡς καὶ οἱ λοιποί· τουτέστιν, Οὐδεὶς ἦν ἐλεύθερος, ἀλλὰ πάντες ἐπράττομεν ἄξια ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς, Ἐλεήμων, ἀλλὰ Πλούσιος, καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ἐν τῷ πλήθει τοῦ ἐλέους σου· καὶ πάλιν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου. ∆ιὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς. ∆είκνυσι πόθεν ἡμᾶς ἠγάπησε. Ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ' ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης. Καὶ οὕτω οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς μέσος, καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς. βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Εἶδες τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας; τοὺς νεκροὺς, τοὺς υἱοὺς ὀργῆς, τούτους ἐζωοποίησεν. Εἶδες τὴν ἐλπίδα τῆς κλήσεως; Συνήγειρε καὶ συνεκάθισεν. Εἶδες τὴν δόξαν τῆς κληρονομίας αὐτοῦ; Ναὶ, φησὶν, ἀλλὰ τὸ μὲν, Συνήγειρε, δῆλον· τὸ δὲ, Συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν; Ὡς τὸ, Συνήγειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος, εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν, ὡς καὶ ἐκεῖ τοῦ Ἰακὼβ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν Ἰωσήφ. Οὐκοῦν οὕτω καὶ συνεκάθισε τῆς γὰρ κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκάθηται. ∆ιὰ τοῦτο ἐπήγαγεν· Ἐν Χριστῷ Ἰη 62.33 σοῦ. Ἢ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ, πῶς οὖν συνεκάθισεν; Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. Εἶτα, ἵνα μὴ ἀπιστήσῃς, ὅρα τί ἐπάγει· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς