1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

18

(Τί γὰρ, φησὶ, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη); ἔδειξε μὲν οὖν ὅτι καὶ πρὸς ἡμᾶς, εἴ γε οὗτος ἡμῖν ἥνωται· πλὴν ὅτι καὶ τὰ ἡμῶν κατ' ἰδίαν φησίν· Ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνήγειρε καὶ συνεκάθισεν. Ὥστε, ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων ἀπό τε τῆς κεφαλῆς ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα λαβὼν τὴν ἀπόδειξιν. Πῶς γὰρ ἐνδείξεται, ἂν τοῦτο μὴ γένηται; Καὶ ἐνδείξεται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. Τί; Ὅτι καὶ μεγάλα τὰ ἀγαθὰ ἦν, καὶ πάντων πιστότερα. Νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται. Βούλει μαθεῖν καὶ πῶς συνεκάθισεν; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ πάλιν, Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός. Ὥστε ἡτοίμασται. Καὶ καλῶς εἶπεν· Ἐνχρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τὸ γὰρ καθίσαι ἐκ δεξιῶν τιμῆς ἐστι τῆς ὑπὲρ πᾶσαν τιμὴν, καὶ μεθ' ἣν ἑτέρα οὐκ ἔστι. Τοῦτο οὖν λέγει, ὅτι καὶ ἡμεῖς καθεδούμεθα. Ὄντως ὑπερβάλλων πλοῦτος, ὄντως ὑπερβάλλον τὸ μέγεθος τῆς δυνάμεως αὐτοῦ, μετὰ Χριστοῦ καθίσαι. Κἂν μυρίας ψυχὰς ἔχῃς, οὐκ ἀπολλύεις αὐτὰς ἕνεκεν αὐτοῦ; εἰ γὰρ εἰς πῦρ ἐμβῆναι ἔδει, τοῦτο οὐκ ἐχρῆν ἑτοίμως ὑπομεῖναι; Καὶ αὐτὸς δὲ πάλιν φησί· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οἱ διάκονοι ὦσιν οἱ ἐμοί. Εἰ γὰρ κατακόπτεσθαι ἔδει καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τούτων οὐκ ἐχρῆν προθύμως καταδέχεσθαι; Ἐννόησον ποῦ ἐκάθισεν ἐκεῖνος. Ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ τίνι συγκάθησαι; Ἐκείνῳ. Τίς ὤν; Νεκρὸς, φύσει τέκνον ὀργῆς. Καὶ τί κατώρθωσας; Οὐδέν. Ὄντως νῦν εὔκαιρον ἀναβοῆσαι· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, φησίν. Ἵνα γὰρ μὴ τὸ μέγεθος τῶν εὐεργεσιῶν ἐπάρῃ σε, ὅρα πῶς σε καταστέλλει· Τῇ χάριτί ἐστε σεσωσμένοι, φησί. ∆ιὰ πίστεως. Εἶτα ἵνα μὴ πάλιν τὸ αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὰ ἡμῶν· καὶ πάλιν αὐτὸ ἀνεῖλε, καί φησι· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν. Οὐδὲ ἡ πίστις, φησὶν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; Πῶς γὰρ, φησὶ, πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσιν; Ὥστε οὐδὲ τὸ τῆς πίστεως ἡμέτερον. Θεοῦ, φησὶ, τὸ δῶρον· οὐκ ἐξ ἔργων. Μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησίν; Ἀλλ' ἵνα μὴ κενοὺς μηδὲ ἀργοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησίν· Εἶπεν, ὅτι ἡ πίστις σώζει, ἀλλὰ διὰ Θεοῦ· ἐπειδὴ γὰρ ὁ Θεὸς ἠθέλησεν, ἡ πίστις ἔσωσεν. Ἐπεὶ πῶς σώζει ἡ πίστις, εἰπέ μοι, ἄνευ ἔργων; Τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, Ἵνα μή τις καυχήσηται, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. Τί οὖν, φησὶν, αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; Οὐδαμῶς· ἀλλ', Οὐδεὶς, 62.34 φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία. Οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι. γʹ. Εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς μένῃ, ὅρα τί ἐπήγαγεν· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅρα αὐτὸν τί φησι· τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται. Ὄντως κτίσις ἑτέρα ἐστίν· ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν. Ὅπερ ἦμεν πρότερον, ἀπεθάνομεν, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ οὐκ ἦμεν πρότερον, ἐγενόμεθα. Ἄρα κτίσις τὸ πρᾶγμά ἐστι, καὶ τῆς ἑτέρας τιμιωτέρα· ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ζῇν ἡμῖν περιγέγονεν. Ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· οὐχ ἵνα ἀρξώμεθα, ἀλλ', Ἵνα περιπατήσωμεν· διαρκοῦς γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς καὶ ἐκτεταμένης εἰς τὴν τελευτὴν τὴν ἡμετέραν. Οὐδὲ γὰρ, εἰ βαδίζειν ὁδὸν ἔδει εἰς πόλιν φέρουσαν βασιλικὴν, εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἂν ἡμᾶς τὸ βαδίσαι· οὕτως οὐδὲ ἡ ἐλπὶς τῆς κλήσεως ὠνήσειεν ἄν τι τοὺς κεκτημένους τὸ πρᾶγμα, ἂν μὴ ἀξίως περιπατήσωμεν τοῦ καλέσαντος. Κληθέντες οὖν ἐπ' ἔργοις ἀγαθοῖς, μένωμεν