1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

26

οἰκοδομῆς τὴν συναφὴν δείκνυσιν. Ἐποικοδομηθέντες, φησὶν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Τουτέστι, Θεμέλιος οἱ ἀπόστολοι καὶ οἱ προφῆται. Καὶ πρῶτον τίθησι τοὺς ἀποστόλους ἐσχάτους ὄντας τοῖς χρόνοις· ἤτοι τοῦτο δεικνὺς καὶ λέγων, ὅτι θεμέλιός εἰσι καὶ οὗτοι καὶ 62.44 ἐκεῖνοι, καὶ μία οἰκοδομὴ τὸ πᾶν καὶ ῥίζα μία. Ἐννόησον τοὺς Ἕλληνας θεμέλιον ἔχοντας τοὺς πατριάρχας. Ἐνταῦθα μᾶλλον αὐτὸ τὸ κυριώτερον λέγει, ἢ ὅταν ἐγκεντρισμὸν λέγῃ· μᾶλλον ἐκεῖ καθάπτεται. Εἶτα ἐπάγει, Ὄντος ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ· δηλῶν ὅτι ὁ τὸ πᾶν συνέχων ἐστὶν ὁ Χριστός. Ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος καὶ τοὺς τοίχους συνέχει, καὶ τοὺς θεμελίους. Ἐν ᾧ πᾶσα οἰκοδομή. Ὅρα πῶς αὐτὸ συνῆψε· καὶ δείκνυσι ποτὲ μὲν ἄνωθεν κατέχοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν, καὶ ῥίζαν ὄντα. Τὸ δὲ, Ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, εἰπὼν, διὰ τούτου ἐδήλωσεν, ὅτι δι' ἑαυτοῦ συνῆψεν ἑκατέρους τοὺς τοίχους, καὶ πάλιν ὅτι ἐν αὐτῷ ἐκτίσθη. Καὶ, Πρωτότοκος, φησὶ, πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει. Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη. Κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει αὐτός. Ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· Θεμέλιον γὰρ ἄλλον, φησὶν, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἐν ᾧ πᾶσα οἰκοδομὴ, φησὶ, συναρμολογουμένη. Ἐνταῦθα τὸ ἀκριβὲς ἐμφαίνει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι, μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. Αὔξει γὰρ, φησὶν, εἰς ναὸν ἅγιον ἐν ᾧ καὶ ὑμεῖς, φησὶ, συνοικοδομεῖσθε. Συνεχέστερον αὐτὸ λέγει, Εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Τί δὴ βούλεται ἡ οἰκοδομή; Ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ. Ἕκαστος γὰρ ὑμῶν ναός ἐστι, καὶ κοινῇ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῷ οἰκεῖ. ∆ιὰ τοῦτο οὐκ εἶπε, Πρόσοδον, ἀλλὰ, Προσαγωγήν· οὐ γὰρ ἀφ' ἑαυτῶν προσήλθομεν, ἀλλ' ὑπ' αὐτοῦ προσήχθημεν· Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ· καὶ πάλιν, Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Εἰς ναὸν ἅγιον συνοικοδομεῖσθε. Πάλιν ἐπὶ τὸ πρότερον ἄνεισιν ὑπόδειγμα, καὶ συνάπτει αὐτοὺς τοῖς ἁγίοις, οὐδαμοῦ ἀφεὶς ἀπηρτῆσθαι τοῦ Χριστοῦ. Ἄρα μέχρι τῆς παρουσίας ἡ οἰκοδομὴ αὕτη· ἄρα διὰ τοῦτο Παῦλος ἔλεγεν, Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· καὶ πάλιν ἐνταῦθα, Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός. Ὁρᾷς ὅτι τὰ παραδείγματα πρὸς τὰ ὑποκείμενα, ἀλλ' οὐχ ἁπλῶς ἐκλαμβάνειν χρή; Ἀπὸ παραδειγμάτων τοῦτο εἶπεν, ὡς ὅταν ὁ Χριστὸς γεωργὸν λέγῃ τὸν Πατέρα, καὶ ῥίζαν ἑαυτόν. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Ἰησοῦ Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν. Εἶπε τοῦ Χριστοῦ τὴν κηδεμονίαν τὴν πολλήν· ἐκβαίνει λοιπὸν καὶ ἐπὶ τὴν ἑαυτοῦ, μικρὰν μὲν οὖσαν, καὶ σφόδρα οὐδὲν πρὸς ἐκείνην, ἱκανὴν δὲ καὶ ταύτην ἐπισπάσασθαι. ∆ιὰ τοῦτο καὶ ἐγὼ δέδεμαι, φησίν. Εἰ γὰρ ὁ ∆εσπότης ὁ ἐμὸς ἐσταυρώθη δι' ὑμᾶς, πολλῷ μᾶλλον ἐγὼ δέδεμαι. Οὐ μόνον αὐτὸς ἐδέθη, ἀλλὰ καὶ τοὺς αὐτοῦ δούλους δεσμεῖσθαι συγχωρεῖ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν. Πολλὴ ἡ ἔμφασις· οὐ μόνον ὑμᾶς οὐ βδελυττόμεθα λοιπὸν, ἀλλὰ καὶ δεσμούμεθα δι' ὑμᾶς, φησὶ, καὶ ἐγὼ τοσαύτης ἀπέλαυσα χάριτος. Εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ 62.45 Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς. Τὴν πρόῤῥησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν ∆αμασκῷ, ἡνίκα ἔλεγε· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οἰκονομίαν χάριτός φησι τὴν ἀποκάλυψιν· τουτέστι, Οὐ παρὰ ἀνθρώπου ἔμαθον· κατηξίωσε καὶ ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι' ὑμᾶς. Αὐτὸς γάρ μοι εἶπε, φησί· Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Τὴν οἰκονομίαν καλῶς οὕτως εἶπεν· οἰκονομία γὰρ ἦν μεγάλη, τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι, καὶ εἰπεῖν· Σαῦλε, Σαῦλε, τί με διώκεις; καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀποῤῥήτῳ. Εἴ γε ἠκούσατε, φησὶ, τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα