1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

36

προετίθει, πολλῷ μᾶλλον ἐγὼ ταῦτα ὀφείλω δόξαν ἡγεῖσθαι. Ὢ τῶν μακαρίων δεσμῶν, ὢ τῶν μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη. Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες Παύλου τὸν χωλὸν τὸν ἐν Λύστροις ἀναστήσασαι καὶ ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἦν ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ ∆εσπότου δεθῆναι τοῦ ἐμοῦ. Θαυμάζεις Παῦλον, ὅτε καθῆψεν αὐτοῦ ἡ ἔχις τῆς χειρὸς, καὶ οὐδὲν ἐποίησε; Μὴ θαυμάσῃς· ᾐδέσθη γὰρ τὴν ἅλυσιν· καὶ θάλαττα δὲ ὁλόκληρος ταύτην ᾐδεῖτο· τότε γὰρ ἐδέδετο. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσμωτήριον ἔνθα ἐδέδετο. Καίτοι καὶ τῶν θαυμάτων αὐτοῦ πολλὰ πανταχοῦ σημεῖα τυγχάνει, ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ, ὡς τὰ τῶν στιγμάτων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ οὐχ οὕτω με εὐφραίνει θαύματα ἐργαζόμενος, ὡς πάσχων κακῶς, μαστιζόμενος, συρόμενος. Ὄντως θαυμαστὰ καὶ τὰ τοῦ χρωτὸς σουδάρια καὶ τὰ σημικίνθια, παράδοξα ἐργαζόμενα· ἀλλ' οὐ τοιαῦτα οἷα ἐκεῖνα. ∆είραντες αὐτὸν, φησὶ, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν· καὶ πάλιν, ∆εδεμένοι ὕμνουν τὸν Θεόν· καὶ πάλιν, Λιθάσαντες αὐτὸν, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώματι δουλικῷ; ἀκούσατε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, Μακάριοί ἐστε. Τί; ὅταν νε 62.58 κροὺς ἀναστήσητε; Οὐχί· ἀλλὰ τί; ὅταν τυφλοὺς θεραπεύσητε; Οὐδαμῶς· ἀλλὰ τί; Ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, ψευδόμενοι καθ' ὑμῶν ἕνεκεν ἐμοῦ. Εἰ δὲ τὸ κακῶς ἀκοῦσαι οὕτω ποιεῖ μακαρίους, τὸ κακῶς παθεῖν τί οὐκ ἂν εἰργάσατο; Ἄκουε αὐτοῦ τοῦ μακαρίου τούτου λέγοντος ἀλλαχοῦ· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἀλλὰ τοῦ στεφάνου τούτου λαμπρότερος ὁ δεσμός. Τούτου με καταξιώσει, φησὶ, καὶ οὐδὲν ὑπὲρ ἐκείνων ἀκριβολογοῦμαι. Ἀρκεῖ μοι πρὸς πᾶσαν ἀντίδοσιν τὸ παθεῖν κακῶς διὰ τὸν Χριστόν. ∆ότω μοι φθέγξασθαι ἐκεῖνο, ὅτι Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, καὶ οὐδενὸς δέομαι. Κατηξιώθη καὶ Πέτρος ταύτης τῆς ἁλύσεως· Ἦν γὰρ, φησὶ, δεδεμένος, καὶ παραδεδομένος στρατιώταις, καὶ ἐκάθευδεν Οὕτως ἔχαιρε, καὶ οὐκ ἤλγει, ὡς καὶ καθεύδειν· οὐκ ἂν δὲ αὐτὸν βαθὺς ὕπνος εἶχεν, εἴ γε ἐν φροντίδι ἦν πολλῇ. Ἐκάθευδε μεταξὺ στρατιωτῶν ὤν· καὶ ἄγγελος ἦλθε πρὸς αὐτὸν, καὶ πατάξας αὐτοῦ τὴν πλευρὰν, ἤγειρεν. Εἴ τις τοίνυν εἶπέ μοι, Τί ἐβούλου; ἄγγελος εἶναι ὁ Πέτρον νύξας, ἢ Πέτρος ὁ διασωθείς; Πέτρος ἂν εἱλόμην γενέσθαι, δι' ὃν καὶ ὁ ἄγγελος ἦλθεν. Ἐγὼ τῶν δεσμῶν ὀναίμην ἐκείνων. Καὶ πῶς, φησὶν, ὡς μεγάλων κακῶν ἀπαλλαγεὶς εὔχεται; Μὴ θαυμάσῃς· εὔχεται γὰρ, δεδοικὼς μὴ ἀποθάνῃ. Τὸ δὲ ἀποθανεῖν ἐδεδοίκει διὰ τὸ ἔτι βούλεσθαι αὐτὸν τὴν ζωὴν εἶναι ὑπόθεσιν τῶν παθῶν. Ἄκουσον γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος τί φησι; Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ παραμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Τοῦτο καὶ χάριν ἐκάλεσε γράφων· Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὥστε τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐχαρίσατο γάρ. Ὄντως ἐστὶ χάρις μεγίστη, καὶ πασῶν τούτων μείζων, τοῦ τὸν ἥλιον στῆσαι καὶ τὴν σελήνην, τοῦ τὸν κόσμον κινῆσαι· τοῦτο μεῖζον τοῦ δαιμόνων κρατῆσαι, ἢ ἀπελάσαι δαίμονας. Οὐχ οὕτως ἀλγοῦσιν ἐκεῖνοι πίστει τῇ παρ' ἡμῶν ἐλαυνόμενοι, ὡς ὅταν ἡμᾶς ἴδωσι κακόν τι πάσχοντας διὰ τὸν Χριστὸν, καὶ δεσμουμένους· μείζονα γὰρ τοῦτο ποιεῖ τὴν παῤῥησίαν. Οὐ διὰ τοῦτο καλὸν τὸ δεδέσθαι διὰ τὸν Χριστὸν, ὅτι βασιλείαν προξενεῖ τὸ πρᾶγμα, ἀλλ' ὅτι διὰ τὸν Χριστὸν γίνεται· οὐ διὰ τοῦτο μακαρίζω τοὺς δεσμοὺς, ὅτι εἰς τὸν οὐρανὸν παραπέμπουσιν, ἀλλ' ὅτι διὰ τὸν ∆εσπότην τοῦ οὐρανοῦ