1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

38

τολμῶντες μετὰ δεσμῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν, καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Ἀλλ' ἀντὶ δεσμῶν σιδηρῶν ἦν αὐτοῖς ὁ δεσμὸς τοῦ ὕπνου. ∆ιὰ τοῦτο οὕτως ᾠκονομήθη, ὥστε καὶ τὸ πρᾶγμα γενέσθαι, καὶ μηδεμίαν ἀπὸ τοῦ θαύματος ζημίαν συμβῆναι τῷ μέλλοντι σώζεσθαι δεσμοφύλακι. Καὶ ἑτέρως δὲ μάλιστα οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς ἦν ἰδεῖν δεδεμένους πάλιν, καὶ καθεύδοντας. Εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος. Τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα; Ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος. Σὺ δέ μοι θέα τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολήν. Μεταξὺ γὰρ τῶν Παύλου δεσμῶν καὶ τῆς τοῦ Χριστοῦ χάριτος μεμνῆσθαι καλὸν, μᾶλλον δὲ καὶ ταῦτα τῆς τοῦ Θεοῦ χάριτός ἐστιν. Εἰσί τινες ἐγκαλοῦντες ὅτι διεσώθη ὁ δεσμοφύλαξ, καὶ ὑπὲρ ὧν θαυμάζειν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐχρῆν, ἀπὸ τούτων ψέγοντες· καὶ οὐδὲν θαυμαστόν. Οἱ γὰρ ἀσθενεῖς τοιοῦτοί εἰσιν, οἳ καὶ τὴν τρέφουσαν τροφὴν κακίζουσιν, ἣν θαυμάζειν ἐχρῆν, καὶ τὸ μέλι πικρὸν εἶναί φασι. Καὶ οἱ τυφλώττοντες, ἀφ' οὗ ὤφειλον φωτίζεσθαι, ἀπὸ τούτου σκοτίζονται, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν τούτων συμβαινόντων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν εἰς δέον αὐτοῖς κεχρῆσθαι μὴ δυναμένων. Τί οὖν ἔλεγον; ∆έον θαυμάσαι, ὅτι εἰς ἐσχάτην κακίαν ἐμπεσόντα, τοῦτον εἷλε, καὶ βελτίω εἰργάσατο, λέγουσι· Πῶς γὰρ οὐκ ἐνόμισε τὸ πρᾶγμα γοητείας εἶναι καὶ μαγγανείας, καὶ μᾶλλον αὐτοὺς κατέσχε, καὶ ἀνωλόλυξε; Πολλὰ πρὸς τοῦτο συνεβάλλετο· πρῶτον μὲν, ὅτι ἤκουσεν ὑμνούντων τὸν Θεόν· οὐκ ἂν δὲ γόητες τοιούτους ὕμνους ᾖδον· Ἤκουσε γὰρ αὐτῶν, φησὶν, ὑμνούντων τὸν Θεόν. ∆εύτερον, ὅτι αὐτοὶ οὐκ ἀπέφυγον, ἀλλὰ καὶ αὐτὸν ἐκώλυσαν σφάξαι ἑαυτόν· οὐκ ἂν δὲ, εἰ ἑαυτῶν ἕνεκεν ἐποίουν, ἔνδον ἔμενον, ἀλλὰ προτέρους ἂν ἑαυτοὺς ἐξεῖλον. Πολλὴ δὲ αὐτῶν καὶ ἡ φιλανθρωπία· ἐκώλυσαν αὐτὸν σφάξαι ἑαυτὸν, τὸν δήσαντα αὐτοὺς, μονονουχὶ πρὸς αὐτὸν λέγοντες· Μετὰ πολλῆς τῆς ἀσφαλείας ἠσφαλίσω εἰς τὴν ἐσωτέραν βαλὼν φυλακὴν, καὶ πικρῶς ἡμᾶς ἔδησας, ἵνα λυθῇς αὐτὸς τῶν πικροτάτων δεσμῶν. Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ἐκεῖνα μὲν γὰρ ἐπάρατα τὰ δεσμὰ, ταῦτα δὲ μακάρια, καὶ πολλῆς εὐχῆς ἄξια. Ὅτι γὰρ λύει τὰ δεσμὰ ἐκεῖνα ταῦτα, ἔδειξεν ἀπὸ τῶν αἰσθητῶν. Εἶδες τοὺς τῷ σιδήρῳ δεδεμένους λυθέντας; Ὄψει καὶ σαυτὸν ἐξ ἑτέρων δεσμῶν ἀνεθέντα χαλεπῶν. Ταῦτα τὰ δεσμὰ, τὰ τῶν δεσμωτῶν λέγω, οὐ τὰ Παύλου, ἐκεῖνα τὰ δεσμὰ ποιεῖ τὰ τῶν ἁμαρτιῶν. ∆ιπλῇ ἦσαν δεσμῶται οἱ ἔνδον, καὶ αὐτὸς δεσμώτης ἦν ὁ δεσμοφύλαξ. Ἐκεῖνοι μὲν γὰρ σιδήρῳ ἐδέδεντο, καὶ ἁμαρτίαις, οὗτος δὲ ἁμαρτίαις μόναις. Ἔλυσεν ἐκείνους ὁ Παῦλος εἰς πληροφορίαν τούτου· καὶ γὰρ ἦν ὁρατὰ τὰ δεσμά. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, μᾶλλον δὲ ἀντιστρόφως. Ἐκεῖ διπλῆ παράλυσις ἦν. Ποία δὲ αὕτη; Ἡ τῶν ἁμαρτιῶν, καὶ ἡ τοῦ σώματος. Τί οὖν ποιεῖ; Θάρσει, φησὶ, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Προτέραν τὴν ὄντως παράλυσιν ἔλυσεν, εἶτα ἐπὶ ταύτην ἔρχεται. 62.61 Ὅτε γὰρ Εἶπόν τινες τῶν γραμματέων ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ, εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς, ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ἐβεβαίου τὸ νοητὸν ἀπὸ τοῦ αἰσθητοῦ, ἀπὸ τοῦ σωματικοῦ τὸ κατὰ ψυχὴν ἐργασάμενος. ∆ιὰ τί δὲ τοῦτο ἐποίησεν; Ἵνα πληρωθῇ τὸ εἰρημένον· ∆οῦλε πονηρὲ, ἐκ τοῦ στόματός σου κρινῶ σε. Τί δὲ ἐκεῖνοι; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός· οὐκ ἄγγελος ἄρα λοιπὸν, οὐκ ἀρχάγγελος, οὐδὲ ἄλλη κτιστὴ δύναμις. Ὑμεῖς τοῦτο ὡμολογήσατε. Τί οὖν ἐχρῆν εἰπεῖν; Ἂν δειχθῶ ἀφιεὶς ἁμαρτίας, εὔδηλον ὅτι Θεὸς ἐγώ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Ἵνα δὲ εἰδῆτε ὅτι