1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

45

ἥδιον. Βούλεσθε ὑπο 62.69 μνήσω ὑμᾶς καὶ ἑτέρου δεσμωτηρίου; Ἀναγκαῖον ἀπὸ τῆς ἁλύσεως ταύτης ἐφ' ἕτερον ἐλθεῖν δεσμωτήριον. Τὸ ποῖον βούλεσθε; τὸ τοῦ Ἱερεμίου; ἢ τὸ τοῦ Ἰωσήφ; ἢ τὸ Ἰωάννου; Χάρις τῇ Παύλου ἁλύσει· πόσα ἀνέῳξε τῷ λόγῳ δεσμωτήρια; Τὸ Ἰωάννου βούλεσθε; Ἐδέθη καὶ οὗτος ποτὲ διὰ τὸν Χριστὸν καὶ τὸν τοῦ Θεοῦ νόμον. Τί οὖν; ἆρα ἤργει ἐν τῷ δεσμωτηρίῳ ὤν; οὐχὶ δὲ ἐκεῖθεν πέμψας ἐκ τοῦ δεσμωτηρίου ἔλεγε τοῖς μαθηταῖς αὑτοῦ, Πορευθέντες εἴπατε τῷ Χριστῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ ἐκεῖ ὢν ἄρα ἐδίδασκεν· οὐ γὰρ δὴ ἠμέλει. Ἀλλ' Ἱερεμίας οὐχὶ προεφήτευσε περὶ τοῦ Βαβυλωνίου, πάντα τὰ αὑτοῦ καὶ ἐκεῖ ποιῶν; Τί δὲ ὁ Ἰω 62.70 σήφ; οὐχὶ τριακαίδεκα ἔτη ἐδέδετο; Ἀλλ' ὅμως οὐδὲ ἐκεῖ τῆς ἀρετῆς ἐπελάθετο. Ἔτι ἑνὸς εἰπόντες δεσμοὺς, καταπαύσομεν τὸν λόγον. Ἐδέθη καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος, ὁ τὴν οἰκουμένην λύσας τῶν ἁμαρτημάτων· ἐδέθησαν χεῖρες αἱ μυρία ἐργασάμεναι καλά· ∆ήσαντες γὰρ αὐτὸν, φησὶν, ἤγαγον πρὸς Καϊάφαν. Καὶ ἐδέδετο ὁ τοσαῦτα θαυματουργήματα ἐργασάμενος. Ταῦτα ἐννοοῦντες, μηδέποτε δυσχεραίνωμεν, ἀλλὰ κἂν δεθῶμεν, χαίρωμεν· κἂν μὴ ἐν τοῖς δεσμοῖς ὦμεν, ὡς συνδεδεμένοι διακεώμεθα. Ὁρᾷς ὅσον ἀγαθὸν ὁ δεσμός; Ταῦτα πάντα εἰδότες, χάριν ἀναπέμπωμεν ὑπὲρ πάντων τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ Θʹ.

Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς

κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ μεγάλη καὶ σημείων λαμπροτέρα. Οὐ μάτην οὖν ἐνταῦθα, ὡς ἔοικε, ταύτην προβάλλεται, οὐδὲ εἰκῆ, ἀλλ' ὡς μάλιστα δι' αὐτῆς δυσωπήσων. Καὶ τί φησι; Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης, μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. ∆ιὰ τοῦτό φησιν, Ὁ δέσμιος ἐν Κυρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ μᾶλλον ἡμᾶς ἀποσύρει τῶν προκειμένων ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑπομένομεν, ἀλλ' ἑλκόμεθα καὶ ἄκοντες, μᾶλλον δὲ καὶ βουλόμενοι καὶ εὐχόμενοι. Καὶ εἴθε ἀεὶ περὶ τῆς ἁλύσεως Παύλου διαλέγεσθαι ἦν. Ἀλλὰ μὴ ναρκήσητε· ἔτι γὰρ ἐκεῖνο εἰπεῖν βούλομαι, ὃ πολλοὶ ζητοῦντές φασι· Καὶ εἰ καλὸν αἱ θλίψεις, πῶς αὐτὸς ἀπολογούμενος πρὸς τὸν Ἀγρίππαν ἔλεγεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων· Οὐχ ὡς ἀπευκτὸν τὸ πρᾶγμα νομίζων, ταῦτα ἔλεγε, μὴ γένοιτο· οὐ γὰρ ἂν, εἴ γε ἀπευκτὸν ἦν, ἐκαυχᾶτο ἐπὶ τοῖς δεσμοῖς, ἐπὶ ταῖς φυλακαῖς, ἐπὶ ταῖς ἄλλαις θλίψεσι· οὐδ' ἂν γράφων ἔλεγεν, Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἀλλὰ τί; Τοῦτο αὐτὸ τεκμήριον ἦν τοῦ μεγάλα ἡγεῖσθαι τὰ δεσμά. Ὥσπερ γὰρ Κορινθίοις γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ ἠδύναντο ἀκοῦσαι τὸ κάλλος, οὐδὲ τὸν κόσμον, οὐδὲ τὴν ὠφέλειαν τῶν δεσμῶν. ∆ιὰ τοῦτό φησιν, Ἐκτὸς τῶν δεσμῶν τούτων. Τοῖς μέντοι Ἑβραίοις οὐχ οὕτως, ἀλλὰ παρῄνει συνδεδέσθαι τοῖς δεδεμένοις. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔχαιρεν ἐπὶ τοῖς δεσμοῖς, καὶ ἐδεσμεῖτο, καὶ μετὰ τῶν δεσμωτῶν ἀπήγετο εἰς φυλακήν. Μεγάλη τῆς ἁλύσεως Παύλου ἡ ἰσχύς· ἀρκεῖ ἀντὶ πάντων τοῦτο τὸ θέαμα, δεδεμένον ἰδεῖν Παῦλον καὶ ἐξαγό 62.70 μενον ἀπὸ τοῦ δεσμωτηρίου. ∆εδεμένον ἰδεῖν καὶ ἔνδον καθήμενον, ποίας ἡδονῆς τοῦτο οὐ μεῖζον; τίνος οὐκ ἂν τιμήσαιμι τὸ πρᾶγμα; Οὐχ ὁρᾶτε τοὺς