1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

46

βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύγους φερομένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δορυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰ δόρατα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱμάτια, ἵππους χρυσοφόρους; Πόσον τῆς θέας ἐκείνης τοῦτο τερπνότερον; Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριάκις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμπομένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐτοῦ, ὅτε ἐξήγετο οὕτω; Καὶ ὅτι οὐ ψεύδομαι, ἀπό τινος παλαιᾶς ἱστορίας τὸ πρᾶγμα ὑμῖν ποιήσω φανερόν. Ἐλισσαῖος ὁ προφήτης, τάχα δὲ ἴστε τὸν ἄνδρα, τοῦ βασιλέως Συρίας ἐκπεπολεμωμένου πρὸς τὸν τοῦ Ἰσραὴλ βασιλέα, καθήμενος παρ' ἑαυτῷ, ἅπαντα, ἅπερ ἐκεῖνος ἐν τοῖς ταμείοις μετὰ τῶν κοινωνούντων αὐτῷ τῆς γνώμης ἐβουλεύετο, εἰς μέσον ἐξέφερε, καὶ ἀκύρους ἐποίει τοῦ βασιλέως τὰς βουλὰς, τὰ ἀπόῤῥητα προλέγων, καὶ οὐκ ἀφιεὶς εἰς τὰς παγίδας, ἃς ἐκεῖνος ἐτίθει, ἐμπεσεῖν. Ἐλύπει τοῦτο τὸν βασιλέα, καὶ ἀθυμῶν, ἐν ἀπορίᾳ πολλῇ καθειστήκει, οὐκ ἔχων μαθεῖν τὸν ἐκφέροντα ἅπαντα καὶ ἐπιβουλεύοντα, καὶ τὰς μηχανὰς ἀκυροῦντα τὰς τούτου. Ἀποροῦντι τοίνυν αὐτῷ καὶ τὴν αἰτίαν ζητοῦντι εἶπέ τις τῶν ὑπασπιστῶν, ὅτι δὴ προφήτης εἴη τις Ἑλισσαῖος ἐν Σαμαρείᾳ καθήμενος, οὐκ ἐῶν ἑστάναι τὴν τοῦ βασιλέως γνώμην, ἀλλὰ πάντα ἐκφέρων. Ἐκεῖνος ἐνόμισεν εὑρηκέναι τὸ πᾶν. Οὐδὲν δὲ ἄρα αὐτοῦ ἀθλιώτερον. Ὅρα γάρ· δέον τιμῆσαι τὸν ἄνδρα, θαυμάσαι, ἐκπλαγῆναι, εἰ δὴ τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς ἀπὸ τοσούτων σταδίων καθήμενον, πάντα τὰ ἐν τῷ ταμείῳ τοῦ βασιλέως, οὐδενὸς ἀπαγγέλλοντος, εἰδέναι· τοῦτο μὲν οὐκ ἐποίησε, παροξυνθεὶς δὲ, καὶ τῆς ὀργῆς γενόμενος μόνης, ἱππέας καὶ ὁπλίτας συντάξας, πέμπει παραστήσων τὸν προφήτην. Ἦν δὲ τῷ Ἑλισσαίῳ μαθητὴς ἐν προπυλαίοις ἔτι τῆς προφητείας, τῶν τοιούτων ἀποκαλύψεων μήπω κρινόμενος ἀξιοῦσθαι. Ἐπέστησαν οἱ στρατιῶται τοῦ βασιλέως, ὡς δήσοντες τὸν ἄνδρα, μᾶλλον δὲ τὸν προφήτην. Πάλιν εἰς δεσμοὺς ἐμπίπτομεν, καὶ τί πάθω; πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ 62.71 διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον. Κατεγέλασεν ὁ Προφήτης, ὅτι τὰ οὐκ ἄξια δέους ἐδεδοίκει, καὶ παρῄνει θαῤῥεῖν. Ἐκεῖνος δὲ ἀτελὴς ἔτι ὢν, οὐκ ἐπείθετο, ἀλλ' ἔτι ὑπὸ τῆς ὄψεως ἐκπληττόμενος ἐνέκειτο τῷ φόβῳ. Τί οὖν ὁ Προφήτης; Κύριε, ἄνοιξον, φησὶ, τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου τούτου, καὶ ἰδέτω, ὅτι πλείους οἱ μεθ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν. Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει τότε, ἵππων πυρίνων, καὶ ἁρμάτων τοιούτων ἐμπεπλησμένον. Τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, εἰ μὴ ἀγγέλων παρατάξεις. βʹ. Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου μόνου τοσαύτη παρείπετο τάξις ἀγγέλων, τί Παύλῳ; Τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγε· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· καὶ πάλιν, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ τί λέγω ἀγγέλους; αὐτὸς ὁ ∆εσπότης τότε μετ' αὐτοῦ ἦν ἐξιόντος. Οὐ γὰρ δήπου τῷ μὲν Ἀβραὰμ ὠπτάνετο, μετὰ δὲ τούτου οὐκ ἦν· αὐτὸς γὰρ ἐπηγγείλατο λέγων· Ἐγώ εἰμι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ πάλιν ὀφθεὶς αὐτῷ, ἔλεγε· Μὴ φοβοῦ, ἀλλὰ λάλει, ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε. Καὶ κατ' ὄναρ δὲ αὐτῷ ἐπέστη λέγων· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ ἐν Ῥώμῃ μαρτυρῆσαι. Ἀεὶ μὲν οὖν οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος, μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμιοι γίνωνται. Καθάπερ γὰρ στρατιώτης γενναῖος ἀεὶ μὲν καὶ ἁπλῶς ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν ἑστήκῃ καὶ παρατάττῃ παρ' αὐτὸν τὸν βασιλέα· οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα. Εἴπω τί μεταξὺ νῦν ὑπελθόν με νόημα; Ὁ μακάριος μάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ Ἰωάννης, βασιλέα παρανομοῦντα ἐλέγξας. Οὗτος τελευτῶν ἐπέτρεψε τὰ δεσμὰ τεθῆναι μετὰ τοῦ σώματος, καὶ τὸ σῶμα