1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

48

ψυχρῶν αὐτὴν συσφίγξαι δύναται, ἕκαστον δὲ ὡς ἐπὶ τὸ πολὺ τῶν θερμῶν. Ἀπὸ τούτου γοῦν καὶ ἡ θερμότης τῆς ἀγάπης τίκτεται· ἀπὸ τοῦ συνδέσμου τῆς εἰρήνης βούλεται συνδῆσαι πάντας ἡμᾶς. Καθάπερ γὰρ, φησὶν, ἐὰν θέλῃς σαυτὸν ἑτέρῳ προσδῆσαι, ἄλλως οὐ δυνήσῃ, ἀλλ' ἢ διὰ τοῦ κἀκεῖνον σαυτῷ προσδῆσαι, καὶ εἰ ἐθέλοις διπλοῦν ποιῆσαι τὸν δεσμὸν, χρὴ κἀκεῖνόν σε 62.73 προσδεθῆναι· οὕτω καὶ ἐνταῦθα ἀλλήλοις προσδεδέσθαι βούλεται, οὐχ ἁπλῶς εἰρηνεύειν, οὐδὲ ἁπλῶς φιλεῖν, ἀλλ' ἐν πᾶσιν εἶναι μίαν ψυχήν. Καλὸς οὗτος ὁ δεσμός· τούτῳ τῷ δεσμῷ καὶ ἀλλήλοις καὶ πρὸς τὸν Θεὸν συνδήσωμεν ἑαυτούς. Οὐ θλίβει, οὐ πιέζει τὰς δεδεμένας χεῖρας οὗτος ὁ δεσμὸς, ἀλλ' ἀνίησι καὶ ἐν εὐρυχωρίᾳ καθίστησι πολλῇ καὶ τῶν λελυμένων μᾶλλον εὐθυμεῖσθαι ποιεῖ. Ὁ ἰσχυρὸς καὶ δεδεμένος μετὰ τοῦ ἀσθενοῦς διαβαστάζει τε ἐκεῖνον, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι· κἂν μετὰ τοῦ ῥᾳθύμου προσδεθῇ, διεγείρει μᾶλλον αὐτόν. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, φησὶν, ὡς πόλις ὀχυρά. Ταύτην τὴν ἅλυσιν οὐχ ὁδῶν διάστημα κωλῦσαι δύναται, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ πάντων ἐστὶ κρείττων καὶ ἰσχυροτέρα· αὕτη καὶ ἀπὸ μιᾶς τεχθεῖσα ψυχῆς, δύναται ὁμοῦ πολλοὺς περιλαβεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· Οὐ στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Πλατύνθητε καὶ ὑμεῖς. Τί δὴ οὖν τοῦτον λυμαίνεται τὸν δεσμόν; Χρημάτων ἔρως, φιλαρχίας, δόξης καὶ τῶν ἄλλων τοιούτων· χαύνους αὐτοὺς ποιεῖ καὶ διακόπτει. Πῶς οὖν, ἵνα μὴ διακοπῶσιν; Ἐὰν ταῦτα ἐκποδὼν γένηται, καὶ μηδὲν παρενοχλῇ τῶν διαφθειρόντων τὴν ἀγάπην. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐδὲν οὕτως ἐναντίον ἀγάπῃ, ὡς ἁμαρτία, καὶ οὐ λέγω τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ τῇ πρὸς τὸν πλησίον. Πῶς οὖν καὶ λῃσταὶ εἰρηνεύουσι, φησί; Πότε, εἰπέ μοι; Πάντως, ὅταν οὐ λῃστρικῷ τρόπῳ χρήσωνται. Ἂν γὰρ ἐν αὐτοῖς, οἷς ἂν διανέμωνται, μὴ τοὺς νόμους φυλάξωσι τοὺς τοῦ δικαίου, καὶ ἑκάστῳ ἀπονείμωσι τὸ δίκαιον, εὑρήσεις ἂν κἀκείνους ἐν πολέμοις καὶ μάχαις. Ὥστε οὐδὲ ἐν τοῖς κακοῖς τὴν εἰρήνην ἔστιν εὑρεῖν· πανταχοῦ δὲ ταύτην ἔστιν εὑρεῖν, ὅπου ἂν μετὰ δικαιοσύνης καὶ ἀρετῆς βιῶσιν. Ἀλλὰ τί; ἀντερασταὶ εἰρηνεύουσιν; Οὐδαμῶς. Ἀλλὰ τίνα βούλει εἴπω; Πλεονέκτης μετὰ πλεονέκτου οὐκ ἂν εἰρηνεύσειέ ποτε· ὡς εἴ γε μὴ ἦσαν δίκαιοι καὶ ἐπιεικεῖς, καὶ ἀδικούμενοι μεταξὺ αὐτῶν, καὶ διεσπάσθη ἂν τὸ γένος. Καθάπερ γὰρ δύο θηρίων σφόδρα πεινώντων, ἂν μή τι γένοιτο μέσον τὸ δυνάμενον ὑπ' αὐτῶν ἀναλωθῆναι, ἑαυτὰ κατεσθίουσιν· οὕτω καὶ ἐπὶ τῶν πλεονεκτῶν καὶ τῶν κακῶν ἐγένετο ἄν. Ὥστε οὐκ ἔνι εἰρήνην εἶναι, μὴ πρότερον ἀρετῆς κατορθωθείσης. Κατασκευάσωμεν δὲ καὶ πόλιν, εἰ βούλει, πάντων πλεονεκτῶν καὶ ἰσοτίμων, καὶ μηδεὶς φερέτω ψῆφον τοῦ ἀδικεῖσθαι, ἀλλὰ πάντες ἀδικείτωσαν· μὴ δύναται συστῆναι ἡ πόλις ἐκείνη; Οὐδαμῶς. Ἀλλὰ μοιχῶν ἔστιν εἰρήνη; Ἀλλ' οὐχὶ εὑρήσεις οὐδὲ δύο ὁμονοοῦντας. Ὥστε οὐδὲν τούτου αἴτιον πάλιν, ἢ τὸ τὴν ἀγάπην ψυγῆναι· τοῦ δὲ τὴν ἀγάπην ψυγῆναι αἴτιον τὸ πληθυνθῆναι τὴν ἀνομίαν. Εἰς γὰρ φιλαυτίαν ἄγει τοῦτο, καὶ διαιρεῖ καὶ σχίζει τὸ σῶμα, καὶ χαυνοῖ καὶ διασπᾷ. Ἔνθα δὲ ἀρετὴ, τὸ ἐναντίον ποιεῖ· ὁ μὲν γὰρ ἐνάρετος καὶ χρημάτων κρείττων. Ὥστε κἂν μυρίοι ὦσιν ἐν πενίᾳ, δύναιντ' ἂν εἶναι εἰρηνικοί· οἱ δὲ πλεονέκται, κἂν δύο ὦσιν, οὐδέποτε δύνανται ἐν εἰρήνῃ εἶναι. δʹ. Ὥστε ἐὰν ἡμεῖς ὦμεν ἐνάρετοι, ἡ ἀγάπη οὐκ ἀπολεῖται· ἀπὸ γὰρ ἀγάπης ἡ ἀρετὴ, καὶ ἀπὸ ἀρετῆς ἡ ἀγάπη. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ ἐνάρετος οὐ προτιμᾷ 62.74 χρήματα φιλίας, οὐδὲ μνησίκακός ἐστιν, οὐδὲ ἀδικεῖ τὸν πλησίον· οὐχ ὑβρίζει, φέρει πάντα γενναίως. Ἀπὸ τούτων ἡ ἀγάπη συνίσταται. Πάλιν ὁ ἀγαπῶν, πάντα ταῦτα ὑφίσταται. Οὕτως ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ τοῦτο μὲν ἐντεῦθεν δείκνυται, ὅτι ἀπὸ ἀρετῆς ἡ ἀγάπη· τῷ γὰρ εἰπεῖν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη, τοῦτο ἐδήλωσεν· ὅτι δὲ ἀπὸ ἀγάπης ἡ ἀρετὴ, Ὁ ἀγαπῶν τὸν πλησίον, νόμον ἐπλήρωσε, φησίν. Ὥστε ἓν τῶν δύο εἶναι χρὴ ἢ σφόδρα φιλικὸν καὶ ἐρώμενον, ἢ σφόδρα