1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

62

γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται δὲ ὅμως τὰ φυτά. Ὥστε πλείων ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα μᾶλλον ἐκείνου χρὴ προσκυνεῖν. Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε μὴ βλάπτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάμεως ἀγριότητα, καὶ οὐκ ἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον. Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι· σωμάτων γὰρ ὄντως τοῦτο μόνον. Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναμις, εἰπέ μοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός μοι λόγος. Τί δὲ ἡ δύναμις ἐκείνη; φωτιστική τί[ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον; γʹ. Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου. Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως. Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν. Ἀλλὰ περὶ βίου ταῦτά φησι νῦν· Πορνεύουσι καὶ μοιχεύουσιν Ἕλληνες. Εἰκότως· οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται· κἂν τοὺς τῶν ἀνθρώπων δυνηθῶσι λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος, μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι· καὶ θέα τὴν σατανικὴν ἔννοιαν. Ὅταν μὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως, καὶ τούτων κρεῖττον. Πῶς; οἱ τὴν εἱμαρμένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα, καὶ μηδενὶ μέλειν μηδενὸς, ἀλλ' ἐξ ἀτόμων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ 62.92 τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον· ὑπὸ φραγμοῦ πάλιν κατασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα ἢ δαίμονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδεραστία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν. Ἀλλ' ἴδοις ἂν αὐτὸν ἀπὸ μὲν νεκροῦ λουόμενον, ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νομίζοντα· οὕτως ἐσκοτισμένοι εἰσὶ τῇ διανοίᾳ. Πολλῶν δειμάτων αὐτοῖς ἡ ψυχὴ μεστή, οἷον, Ὁ δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας· πάντως μυρία δεῖ κακὰ συμπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν· συμφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί· καὶ τοῦτο συμφορῶν σημεῖον. Καὶ ταῦτα μὲν περὶ τὴν οἰκίαν τὰ κακά· ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλμός μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκμήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ