1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

79

ὥστε κατασχεῖν τὰ γνήσια φυτά. Γίνεσθε χρηστοὶ, φησίν. Ἂν γὰρ τῶν ἀκανθῶν ἀνασπασθεισῶν μένῃ ἡ χώρα 62.114 ἀργοῦσα, ἀνονήτους πάλιν οἴσει βοτάνας. ∆ιὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν προκαταλαμβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερμάτων τε καὶ φυτῶν καταβολῇ. Ἀνεῖλεν ὀργὴν, ἔθηκε χρηστότητα· ἀνεῖλε πικρίαν, ἔθηκεν εὐσπλαγχνίαν· ἐξέτεμε κακίαν καὶ βλασφημίαν, ἐφύτευσε συγγνώμην· τὸ γὰρ, Χαριζόμενοι ἑαυτοῖς, τοῦτό ἐστι. Συγγνωμικοὶ, φησὶ, γίνεσθε. Μείζων γὰρ αὕτη ἡ χάρις τῆς ἐν τοῖς χρήμασιν. Ὁ μὲν γὰρ χρήματα ἀφιεὶς τῷ δανεισαμένῳ παρ' αὐτοῦ, καινὸν μὲν ἐργάζεται ἔργον καὶ θαυμαστὸν, πλὴν ἀλλὰ μέχρι τοῦ σώματος ἡ χάρις, εἰ καὶ ἑαυτῷ τὴν ἀμοιβὴν ἐν τοῖς πνευματικοῖς καὶ τοῖς κατὰ ψυχὴν ἀποδίδωσι δώροις· ὁ δὲ ἁμαρτήματα χαρισάμενος, τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου τοῦ τῆς συγγνώμης τυχόντος· οὐ γὰρ ἑαυτὸν μόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον ἐπιεικέστερον ἐποίησεν. Οὐ γὰρ οὕτως ἐπεξερχόμενοι τοῖς ἠδικηκόσιν ἡμᾶς, ὡς συγχωροῦντες δάκνομεν αὐτῶν τὰς ψυχὰς, ἐντρέποντες καὶ δυσωποῦντες. Ἐκείνως μὲν γὰρ οὔτε ἡμᾶς αὐτοὺς, οὔτε ἐκείνους ὠνήσαμεν, ἀλλ' ἀμφοτέρους ἐβλάψαμεν, αὐτοί τε τὸ ἀνταπόδομα διώξαντες κατὰ τοὺς παρὰ Ἰουδαίοις ἄρχοντας, καὶ τὸν ἐν ἐκείνοις ἐκκαύσαντες θυμόν· ἂν δὲ ἐπιεικείᾳ τὴν ἀδικίαν ἀμειψώμεθα, πᾶσαν αὐτοῦ τὴν ὀργὴν ἐκλύσαντες, ἐκαθίσαμεν παρ' αὐτῷ δικαστήριον ἡμῖν φέρον τὰς ψήφους, καταδικάζον αὐτὸν χαλεπώτερον ἢ ἡμεῖς. Καταγνώσεται γὰρ αὑτοῦ καὶ καταψηφιεῖται, καὶ πᾶσαν ζητήσει πρόφασιν, δι' ἧς ἀποτίσει τὸ δανεισθὲν τῆς μακροθυμίας μέρος μετὰ πλείονος τοῦ μέτρου, εἰδὼς ἂν μὲν τὸ ἴσον ἀποδῷ, καὶ οὕτως ἠλάττωται, τῷ μὴ αὐτὸς ἄρξασθαι, ἀλλὰ τῷ παρ' ἡμῶν τὸ ὑπόδειγμα λαβεῖν ἔλαττον φέρων. Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ τὴν ἀπὸ τοῦ χρόνου γενομένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται. Οἱ γὰρ ἄνθρωποι, ὅταν εὐγνώμονες ὦσιν, οὐχ οὕτως ἐπὶ τοῖς κακοῖς, ὡς ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν ἠδικημένων, στένουσι. Τὸ μὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος μεστὸν, τὸν εὖ παθόντα μὴ ἀντευποιεῖν. Τοῦτο μὲν γὰρ ἔπαινον ἔχει καὶ κρότους παρὰ πάντων καὶ εὐφημίας, τὸ κακῶς παθόντα μὴ ἀντεπεξελθεῖν. ∆ιὰ τοῦτο μάλιστα τούτῳ δάκνονται. Ὥστε, εἰ βούλει ἀμύνασθαι, τούτῳ ἀμύνου τῷ τρόπῳ· κακοῖς ἀγαθὰ ἀνταπόδος, ἵνα αὐτὸν καὶ ὀφειλέτην καταστήσῃς, καὶ νικήσῃς νίκην θαυμαστήν. Ἔπαθες κακῶς; Ποίησον καλῶς, οὕτως ἀμύνου τὸν ἐχθρόν. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες μέμφονται· ἂν δὲ ἐνέγκῃς, ἑτέρως σε μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κατηγορήσουσι. γʹ. Τί δὲ ἐχθρῷ γένοιτο ἂν μεῖζον τοῦ τὸν ἐχθρὸν ἰδεῖν παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον; τί ἐχθρῷ πικρότερον τοῦ ἑαυτὸν θεάσασθαι παρὰ πάντων ὑβριζόμενον ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Ἐὰν αὐτὸν ἀμύνῃ, καὶ κατεγνώσθης ἴσως, καὶ σὺ μόνος ἠμύνω· ἂν δὲ ἀφῇς, ἀντὶ σοῦ πάντες ἀμυνοῦνται αὐτόν· ὅπερ τοῦ παθεῖν κακῶς χαλεπώτερον, τὸ τὸν ἐχθρὸν τοσούτους τοὺς ἀμύνοντας ἔχειν. Ἂν ἀνοίξῃς σὺ τὸ 62.115 στόμα, ἐκεῖνοι σιγήσονται· ἂν δὲ σιγήσῃς, οὐκέτι ἑνὶ στόματι, ἀλλὰ μυρίοις τοῖς τῶν ἄλλων αὐτὸν βάλλεις, καὶ μᾶλλον ἀμύνῃ. Καὶ σοὶ μὲν ὑβρίζοντι πολλοὶ καὶ ἐγκαλοῦσιν· ἐροῦσι γὰρ τοῦ πάθους εἶναι τὰ ῥήματα· ὅταν δὲ ὁ μηδὲν ἠδικημένος οὕτως αὐτὸν πλύνῃ ταῖς ὕβρεσι, τότε μάλιστα καθαρὰ πάσης ὑποψίας ἡ ἄμυνα. Ὅταν γὰρ οἱ μηδὲν παθόντες δεινὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικημένοι συναλγῶσι καὶ συμπάσχωσι, πάσης ὑποψίας καθαρὰ αὕτη ἡ ἐκδικία. Τί οὖν, ἂν μηδεὶς ἀμύνηται; φησίν. Οὐκ ἔστιν εἶναι λιθίνους ἀνθρώπους, ὡς τοσαύτην φιλοσοφίαν ὁρῶντας μὴ θαυμάσαι· κἂν μὴ τότε ἀμύνωσιν, ὕστερον ὅμως ἐν καταστάσει γενόμενοι, τοῦτο ἐργάσονται, σκώπτοντες ἐκεῖνον καὶ λοιδοροῦντες. Κἂν ἕτερος δὲ μηδεὶς θαυμάσῃ, αὐτός σε ἐκεῖνος πάντως θαυμάσεται,