1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

88

ἥρπασας, ὅσα ἐπλεονέκτησας· πάντα ἀπόδος τετραπλάσια· οὕτως ἀπολόγησαι τῷ Θεῷ. Ἀλλ' εἰσί τινες εἰς τοῦτο μανίας ἥκοντες καὶ πηρώσεως, οἳ οὐδὲ τότε συνορῶσι τὸ δέον· ἀλλ' ὥσπερ σπουδάζοντες χαλεπώτερον ἑαυτοῖς ἐργάσασθαι τοῦ Θεοῦ τὸ κρῖμα, οὕτως ἅπαντα πράττουσι. ∆ιὰ τοῦτο ὁ μακάριος οὗτος ἔλεγε γράφων· Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ δὲ πλεονέκτης μάλιστα ἐν σκότῳ ζῇ καὶ σκότος πολὺ κατασκεδάζει πάντων. Καὶ, Μὴ συγκοινωνῆτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Ἀκούσατε, παρακαλῶ, πάντες ὅσοι οὐ βούλεσθε εἰκῆ μισεῖσθαι. Ἁρπάζει, καὶ οὐκ ἐλέγχεις; Ἀλλὰ δέδοικας τὸ μῖσος. Καίτοι οὐκ ἔστιν εἰκῆ μισεῖσθαι τοῦτο· ἀλλὰ δικαίως ἐλέγχεις, καὶ δέδοικας τὸ μῖσος; ἔλεγξον τὸν ἀδελφὸν, ἀνάδεξαι ἔχθραν διὰ τὴν ἀγάπην τὴν εἰς τὸν Χριστὸν, διὰ τὴν ἀγάπην τὴν εἰς αὐτόν· κώλυσον αὐτὸν εἰς βάραθρον ἀπερχόμενον. Τὸ γὰρ τραπέζης κοινωνῆσαι καὶ ῥημάτων χρηστῶν καὶ προσρήσεως καὶ τρυφῆς, οὐ σφόδρα φιλίας ἐστί. Τοιαῦτα τοῖς φίλοις ἡμῶν χαριζώμεθα δῶρα, ἵνα τὴν ψυχὴν αὐτῶν ἐξέλκωμεν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ· εἰς τὴν κάμινον κειμένους αὐτοὺς ὁρῶντες τῆς κακίας, ἀναστήσωμεν. Ἀλλ' οὐ διορθοῦται, φησίν. Ἀλλὰ σὺ τὸ σαυτοῦ πρᾶξον, καὶ ἀπελογήσω τῷ Θεῷ. Μὴ κρύψῃς τὸ τάλαντον· διὰ τοῦτο λόγον ἔχεις, διὰ τοῦτο γλῶσσαν καὶ στόμα, ἵνα διορθοῖς τὸν πλησίον. Τὰ ἄλογα μόνα οὐ φροντίζει τοῦ πλησίον, οὐδὲ λόγον ἔχει τινὰ τῶν ἄλλων· σὺ δὲ πατέρα καλῶν τὸν Θεὸν, καὶ ἀδελφὸν τὸν πλησίον ὁρῶν, αὐτὸν μυρία ποιοῦντα κακὰ, τὴν χάριν τὴν παρ' ἐκείνου τῆς ὠφελείας αὐτοῦ προτίθης; Μὴ, παρακαλῶ. Οὐδὲν οὕτω φιλίας τεκμήριον, ὡς τὸ μὴ περιορᾷν ἁμαρτάνοντας τοὺς ἀδελφούς. Εἶδες ἐχθραίνοντας; διάλυσον. Εἶδες πλεονεκτοῦντας; κώλυσον. Εἶδες ἀδικουμένους; πρόστηθι· οὐκ ἐκείνοις, ἀλλὰ σαυτῷ προτέρῳ ἐχαρίσω. ∆ιὰ τοῦτο φίλοι ἐσμὲν, ἵνα ἀλλήλους ὠφελῶμεν. Ἄλλως ἀκούσεται παρὰ τοῦ φίλου, καὶ ἄλλως παρὰ τοῦ τυχόντος· τὸν τυχόντα ὑποπτεύσει ἴσως, καὶ τὸν διδάσκαλον ὁμοίως, τὸν δὲ φίλον οὐκέτι. Τὰ γὰρ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι, φησὶ, καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί βούλεται ἐνταῦθα εἰπεῖν; Τοῦτο λέγει, ὅτι τὰ μὲν τῶν ἁμαρτημάτων ἐνταῦθα λάθρα γίνεται, τὰ δὲ καὶ φανερῶς· ἐκεῖ δὲ οὐχ οὕτως ἔσται· οὐδεὶς γάρ ἐστιν ὁ μὴ συνειδὼς ἑαυτῷ ἐπὶ ἁμαρτήματι. ∆ιὰ τοῦτό φησι· Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί οὖν; οὐ περὶ εἰδωλολατρείας, φησὶ, καὶ ἐνταῦθα τοῦτο εἴρηται; Οὐχὶ, ἀλλὰ περὶ βίου καὶ ἁμαρτημάτων ἐστὶν ὁ λόγος. Πᾶν γὰρ τὸ φανερούμενον, 62.127 φησὶ, φῶς ἐστι. ∆ιὸ, παρακαλῶ, μήτε ὑμεῖς ὀκνεῖτε ἐλέγχειν, μήτε δυσχεραίνετε ἐλεγχόμενοι. Ἕως μὲν γὰρ ἂν ἐν σκότει πράττηταί τι, μετὰ πλείονος πράττεται τῆς ἀδείας· ἐπειδὰν δὲ πολλοὺς ἔχῃ τοὺς μαρτυροῦντας τοῖς γινομένοις, φωτίζεται. ∆ιὸ μάλιστα πάντα πράττωμεν, ὥστε τὴν νέκρωσιν τῶν ἀδελφῶν τῶν ἡμετέρων ἀποσοβεῖν, ὥστε τὸ σκότος σκεδάζειν, ὥστε τὸν ἥλιον ἐπισπάσασθαι τῆς δικαιοσύνης. Ἂν γὰρ πολλοὶ ὦσιν οἱ φωστῆρες, αὐτοῖς τε εὔκολος ἔσ 62.128 ται τῆς ἀρετῆς ἡ ὁδὸς, καὶ οἱ ἐν σκότει μᾶλλον ἁλώσονται, τοῦ φωτὸς ἐπιτεινομένου, κἀκεῖνο ἀφανίζοντος. Ἂν δὲ τοὐναντίον, δέος μὴ καὶ οὗτοι σβεσθῶσι, τῆς παχύτητος τῆς ἀπὸ τοῦ σκότους καὶ τῶν ἁμαρτημάτων κρατούσης τοῦ φωτὸς, καὶ ἀποσοβούσης αὐτοῦ τὸ διειδές. Ὡς οὖν ἑαυτοὺς ὠφελοῦντες, οὕτω διακεώμεθα, ἵνα διὰ πάντων δόξαν ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΘʹ. Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ,

ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. ∆ιὰ τοῦτο μὴ γίνεσθε