1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

97

ἁγίου Πνεύματος. Καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ' ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Καὶ ἡμεῖς τοίνυν τοῦτο ἐπιζητῶμεν τὸ κάλλος, καὶ δυνησόμεθα αὐτοῦ γενέσθαι δημιουργοί. Μὴ ζήτει σὺ παρὰ τῆς γυναικὸς, ἃ μή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι πάντα παρὰ τοῦ ∆εσπότου εἶχεν ἡ Ἐκκλησία· παρ' αὐτοῦ γέγονεν ἔνδοξος, παρ' αὐτοῦ ἄμωμος. Μὴ ἀποστραφῇς δι' ἀμορφίαν τὴν γυναῖκα. Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ ἐν 62.138 πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσμα ἐστίν· οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάμενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν δι' εὐμορφίαν· ἀκολάστων ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ μῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη. Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυμφίον τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται· τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία. Ἐπὶ δὲ τῆς μὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ' εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος. γʹ. Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ μοι, τί βέλτιον τῶν ἄστρων; Οἷον ἂν εἴποις σῶμα, οὐκ ἔστιν οὕτω λευκόν· οἵους ἂν εἴποις ὀφθαλμοὺς, οὐκ εἰσὶν οὕτω φαιδροί. Τούτων δὲ γενομένων καὶ οἱ ἄγγελοι ἐθαύμασαν, καὶ ἡμεῖς νῦν θαυμάζομεν, ἀλλ' οὐχ ὁμοίως, ὡς παρὰ τὴν ἀρχήν. Τοιοῦτον γὰρ ἡ συνήθεια· οὐχ ὁμοίως ἐκπλήττει· πόσῳ μᾶλλον ἐπὶ γυναικός; Ἂν δὲ καὶ νόσος ἐπιγένηται, εὐθέως ἀπέπτη τὸ πᾶν. Εὔνοιαν ζητῶμεν παρὰ γυναικὸς, μετριοφροσύνην, ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρίσματα· σώματος μέντοι ὥραν μὴ ζητῶμεν, μηδὲ ἐγκαλῶμεν αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία, μᾶλλον δὲ μηδὲ ὅλως ἐγκαλῶμεν (τολμηρῶν γὰρ), μηδὲ ἀποδυσπετῶμεν, μηδὲ δυσχεραίνωμεν. Ἢ οὐχ ὁρᾶτε πόσοι γυναιξὶν ὡραίαις συνοικήσαντες, ἐλεεινῶς τὸν βίον κατέστρεψαν; πόσοι δὲ οὐ σφόδρα εὐμόρφοις, μετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλασαν; Τὸν σπῖλον τὸν ἔσωθεν ἀποσμήχωμεν, τὰς ῥυτίδας τὰς ἔνδον ἐκτίλλωμεν, τοὺς μώμους τοὺς ἐπὶ τῆς ψυχῆς ἀνέλωμεν. Τοιοῦτον ὁ Θεὸς ἐπιζητεῖ κάλλος· τῷ Θεῷ, μὴ ἡμῖν, καλὴν αὐτὴν κατασκευάζωμεν. Μὴ χρήματα ζητῶμεν, μηδὲ εὐγένειαν τὴν ἔξωθεν, ἀλλ' εὐγένειαν τὴν ἐν ψυχῇ. Μηδεὶς ἀπὸ γυναικὸς ἀναμενέτω πλουτεῖν· αἰσχρὸς γὰρ καὶ ἐπονείδιστος οὗτος ὁ πλοῦτος· μηδὲ ὅλως ζητείτω τις ἐντεῦθεν πλουτεῖν. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, καὶ εἰς παγίδας καὶ ὄλεθρον καὶ ἀπώλειαν. Ἀπὸ γυναικὸς τοίνυν μὴ ζήτει χρημάτων περιουσίαν, καὶ πάντα εὑρήσεις τὰ ἄλλα εὐκόλως. Τίς, εἰπέ μοι, τὰ κυριώτερα ἀφεὶς, τῶν ἐλαττόνων ἐπιμελήσεται; Ἀλλ', οἴμοι! πανταχοῦ τοῦτο πάσχομεν· κἂν παῖδα κτησώμεθα, οὐ σπουδάζομεν ὅπως γένηται ἀγαθὸς, ἀλλ' ὅπως πλουσίαν αὐτῷ γυναῖκα λάβωμεν· οὐχ ὅπως εὔτροπος, ἀλλ' ὅπως εὔπορος· κἂν ἐπιτήδευμα μετίωμεν, οὐχ ὅπως ἁμαρτημάτων ἀπηλλαγμένον ᾖ, ἀλλ' ὅπως ἡμῖν κέρδος προσοίσῃ μέγα· καὶ πάντα γέγονε χρήματα. ∆ιὰ τοῦτο πάντα διέφθαρται, ὅτι ἐκεῖνος ἡμᾶς κατέχει ὁ ἔρως. Οὕτως ὀφείλουσι, φησὶν, οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Τί δὴ τοῦτό ἐστιν; Ὡς εἰς μείζονα εἰκόνα, καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὡς ἐγγύτερον, καὶ σαφέ 62.139 στερον, καὶ δικαίωμα ἕτερον. Ἐκεῖνο μὲν γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἵνα γὰρ μή τις εἴπῃ, Ἐκεῖνος Χριστὸς ἦν, καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν, ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν, λέγων· Οὕτως ὀφείλουσιν· οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ' ὀφειλή. Εἰπὼν, ὡς τὰ ἑαυτῶν σώματα, ἐπήγαγεν, Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. Τουτέστι, θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας. Καὶ πῶς αὐτοῦ ἐστι σάρξ; Ἄκουε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, φησὶ, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Καὶ οὐ τοῦτο