1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

119

Ἐρυθρὰν θάλασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους, τούτους λαβὼν ἀπολέσαι. Ἀλλ', ἐὰν νήφωμεν, ἔχομεν καὶ ἡμεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύματος χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχομεν μάννα· μᾶλλον δὲ οὐ μάννα, ἀλλὰ πολλῷ πλέον τοῦ μάννα ἔχομεν· πόμα πνευματικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχομεν καὶ παρεμβολὴν, τὴν ἔρημον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρημος καὶ νῦν τῆς ἀρετῆς ἡ γῆ γέγονε, καὶ μᾶλλον ἢ ἐκείνη. ∆ιὰ τί ἐκείνη ἡ ἔρημος φευκτὴ ἦν; ἆρ' οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις. γʹ. Νῦν πόσοι σκορπίοι, πόσαι ἔχεις κατὰ τὴν ἔρημον ταύτην, πόσοι ὄφεις, πόσοι γεννήματα ἐχιδνῶν οὗτοι, οὓς νῦν διήλθομεν; Ἀλλὰ μὴ φοβηθῶμεν· τῆς γὰρ ἐξόδου ταύτης στρατηγεῖ, οὐ Μωϋσῆς, ἀλλὰ Ἰησοῦς. Πῶς οὖν μὴ τὰ αὐτὰ πάθωμεν; Μὴ τὰ αὐτὰ δράσωμεν, καὶ οὐ πεισόμεθα τὰ αὐτά. Ἐκεῖνοι ἐγόγγυζον, ἐκεῖνοι ἀγνώμονες ἦσαν· μὴ τοίνυν ταῦτα πά 62.167 θωμεν ἡμεῖς. Πῶς ἔπεσον ἐκεῖνοι πάντες; Ἐξουθένησαν τὴν γῆν τὴν ἐπιθυμητήν. Πῶς ἐξουθένησαν; καὶ μὴν ἐθαύμαζον. Τῷ μαλακισθῆναι, καὶ μὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. Μὴ τοίνυν ἡμεῖς ἐξουθενήσωμεν τὸν οὐρανόν· τοῦτο ἐξουθένησίς ἐστιν. Ἠνέχθη καὶ παρ' ἡμῖν καρπὸς ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἐν ἀμφορεῦσι βασταζόμενος βότρυς, ἀλλ' ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὸ πολίτευμα τὸ ἐν τοῖς οὐρανοῖς, ὃ Παῦλος ἐπαίδευσε, ὃ πᾶς τῶν ἀποστόλων χορὸς, οἱ θαυμάσιοι γεωργοί. Οὐ Χάληβ ὁ τοῦ Ἰεφονῆ, οὐδὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς καρποὺς ἤνεγκε τούτους, ἀλλ' ὁ Ἰησοῦς ὁ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, ὁ τοῦ ὄντως Θεοῦ Υἱὸς, ἤνεγκε πᾶσαν τὴν ἀρετήν, πάντας τοὺς ἐκεῖθεν καρποὺς ἡμῖν κατήνεγκεν, τοὺς ὕμνους λέγω τοὺς ἐπουρανίους. Ἃ γὰρ τὰ Χερουβὶμ ἄνω λέγει, ταῦτα καὶ ἡμῖν προσέταξε λέγειν, Ἅγιος, ἅγιος, ἅγιος. Ἤνεγκεν ἡμῖν τῶν ἀγγέλων τὴν πολιτείαν· Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται οἱ ἄγγελοι· τοῦτο καὶ ἐνταῦθα ἐφύτευσε τὸ καλόν· χρημάτων οὐκ ἐρῶσιν, οὐδὲ τῶν ἄλλων ἐκεῖνοι· καὶ τοῦτο ἡμῖν ἐγκατέσπειρεν· οὐκ ἀποθνήσκουσιν ἐκεῖνοι· τοῦτο καὶ ἡμῖν ἐχαρίσατο· οὐκέτι γὰρ θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Εἶδες τοὺς καρποὺς τῆς ἄνω Ἱερουσαλήμ; Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὔπω ὁ πόλεμος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡμῖν δεδώρηται. Ἐκεῖνοι μὲν γὰρ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλθόντες, ἐπόνουν· μᾶλλον δὲ οὐκ ἐπόνουν· εἰ γὰρ ἐβούλοντο πείθεσθαι τῷ Θεῷ, χωρὶς ὅπλων καὶ παρατάξεως πάσας ἂν εἷλον τὰς πόλεις· τὴν γοῦν Ἱεριχὼ, χορευόντων μᾶλλον ἢ πολεμούντων τὸ σχῆμα ἔχοντες, ἐτροπώσαντο. Ἡμεῖς δὲ οὐ πολεμοῦμεν μετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν ἐπαγγελίας, τουτέστιν, εἰς τὸν οὐρανὸν, ἀλλ' ἕως ἂν ὦμεν ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ παρόντι βίῳ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Μὴ τοίνυν ἀποκάμωμεν τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, 62.168 μὴ ἐκλυόμενοι. Ὁρᾷς πῶς καθάπερ ἐκείνους ἤγαγεν, οὕτω καὶ ἡμᾶς; Ἐκεῖ ἐπὶ τοῦ μάννα καὶ τῆς ἐρήμου, φησὶν, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Καὶ ἡμεῖς τοῦτο προστετάγμεθα, μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Ἂν δὲ θησαυρίζωμεν, οὐκέτι σκώληξ ὁ αἰσθητὸς λυμαίνεται, καθάπερ ἐπὶ τοῦ μάννα, ἀλλ' ὁ τῷ πυρὶ συνδιαιωνίζων. Πάντα οὖν κατεργασώμεθα, ἵνα μὴ τῷ σκώληκι τροφὴν εὐτρεπίσωμεν· Ὁ τὸ πολὺ γὰρ, φησὶν, οὐκ ἐπλεόνασε. Καὶ τοῦτο γὰρ καὶ ἐφ' ἡμῖν γίνεται ἐφ' ἑκάστης· πάντες γὰρ τὸ αὐτὸ μέτρον πληροῦμεν τῆς γαστρός· τὸ δὲ περιττὸν, προσθήκη φροντίδων ἀνοήτων ἐστίν. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοῦτο ἄνωθεν ἤδη ἐπαίδευσε, καὶ οὐδὲ οὕτως ἐδέξαντο. Ἀλλ' ἡμεῖς μὴ ἄπληστοι ὦμεν, μὴ ἀγνώμονες, μὴ οἰκίας ζητῶμεν λαμπράς· ὁδεύομεν γὰρ, οὐκ οἰκοῦμεν. Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν