1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

121

περικεφαλαίαν, φησὶ, τοῦ σωτηρίου δέξασθε· τουτέστι, τῆς σωτηρίας ὑμῶν. Περιφράττει γὰρ αὐτοὺς, ὡς εἰς πόλεμον ἐξάγων. Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἤτοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ πνευματικῇ μαχαίρᾳ. ∆ιὰ γὰρ ταύτης πάντα τέμνεται, διὰ ταύτης πάντα κόπτεται, καὶ τὴν κεφαλὴν τοῦ δράκοντος ἀποτέμνομεν διὰ ταύτης. ∆ιὰ πάσης προσευχῆς καὶ δεήσεως, φησὶ, προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Καθάπερ τὸ ῥῆμα τοῦ Θεοῦ πάντα ἰσχύει, οὕτω καὶ ὁ τὸ χάρισμα ἔχων τὸ πνευματικόν. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅρα δὲ τὴν σύνεσιν τοῦ μακαρίου τούτου. Καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· λοιπὸν πῶς δεῖ τὸν Βασιλέα καλεῖν, ὥστε ὀρέξαι χεῖρα, διδάσκει· ∆ιὰ πάσης προσευχῆς, φησὶ, καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι. Ἔστι γὰρ μὴ ἐν πνεύματι προσεύχεσθαι, ὅταν τις βαττολογῇ. Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες, τουτέστι, νήφοντες. Τοιοῦτον γὰρ εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν Βασιλέα ἑστῶτα, ἄγρυπνον καὶ νηφάλιον. Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Τί λέγεις, ὦ μακάριε Παῦλε; τῶν μαθητῶν χρείαν ἔχεις; Καὶ καλῶς εἶπεν, Ἐν ἀνοίξει τοῦ στόματός μου. Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν, ἀλλὰ καθὼς εἶπεν ὁ Χριστός· Ὅταν παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὕτω πάντα πίστει ἔπραττε, πάντα χάριτι. Ἐν παῤῥησίᾳ, φησὶ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου. Τουτέστι, ἵνα ἀπολογήσωμαι, ὡς χρή. Ἅλυσιν περίκεισαι, καὶ ἑτέρων χρῄζεις; 62.170 Ναὶ, φησίν· ἐπεὶ καὶ Πέτρος ἅλυσιν περιέκειτο, ἀλλ' ὅμως εὐχὴ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη. Ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Τουτέστι, μετὰ παῤῥησίας, μετὰ ἀνδρείας, μετὰ συνέσεως πολλῆς ἵνα ἀποκρίνωμαι. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ. βʹ. Ἐπειδὴ δεσμῶν ἐμνήσθη, ἀφίησί τι καὶ τῷ Τυχικῷ παρ' ἑαυτοῦ διαλεχθῆναι. Ἃ μὲν γὰρ ἦν δογμάτων καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ δὲ ἀπαγγελίας ψιλῆς, ταῦτα τῷ κομίζοντι τὴν Ἐπιστολὴν ἐπέτρεπε. ∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα γνῶτε τὰ περὶ ἡμῶν, τουτέστιν, Ἵνα μάθητε. Τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς, καὶ τὴν ἐκείνων πρὸς αὐτόν. Ὃν ἔπεμψα, φησὶ, πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Οὐχ ἁπλῶς τοῦτό φησιν, ἀλλὰ πρότερον εἰπὼν, Ἐνδυσάμενοι καὶ περιζωσάμενοι, ὅπερ τοῦ ἀεὶ προσιέναι καὶ ἀδιαλείπτως ἐστὶ τεκμήριον. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Γενηθήτω αὐτῷ, ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. Καὶ τὸν Θεὸν δὲ ὁ Προφήτης φησὶ θώρακα δικαιοσύνης περιβεβλῆσθαι, διὰ τούτου παιδεύων ἡμᾶς, ὅτι ἀεὶ, καὶ οὐ πρὸς καιρὸν βραχὺν δεῖ ταῦτα ἔχειν· ἀεὶ γὰρ πολέμου χρεία. Καὶ ἄλλος ἀλλαχοῦ. ∆ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθε. Τὸν γὰρ οὕτω τεθωρακισμένον οὐκ ἔνι φοβηθῆναι τὴν παράταξιν, ἀλλ' εἰς μέσους ἅλλεσθαι τοὺς πολεμίους. Καὶ ὁ Ἡσαΐας, Ὡραῖοι, φησὶν, οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην. Τίς οὐκ ἂν δράμοι, τίς οὐκ ἂν διακονήσειε τοιούτῳ πράγματι, ὥστε εἰρήνην εὐαγγελίζεσθαι καὶ εἰρήνην Θεοῦ πρὸς ἀνθρώπους, εἰρήνην οὐδὲν καμόντων ἀνθρώπων, ἀλλὰ τοῦ Θεοῦ τὸ πᾶν ἐργασαμένου; Τί δέ ἐστιν ἡ ἑτοιμασία τοῦ Εὐαγγελίου, ἀκούσωμεν Ἰωάννου λέγοντος· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνος διὰ τὸ βάπτισμα· ἐπεὶ δὲ καὶ ἄλλης ἑτοιμασίας μετὰ τὸ βάπτισμα δεῖ, ταύτην δείκνυσιν οὗτος, καὶ λέγει· Ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης·