1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

15

πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν. Τότε ἀνῆλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας. Πῶς οὖν φησιν, Οὐκ ἀνῆλθον, οὐδὲ ἀνεθέμην; Ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ' ἀπεστάλη παρ' ἑτέρων· δεύτερον δὲ οὐ μαθησόμενος παρεγένετο, ἀλλ' ἑτέρους πείθων. Αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν, οὐκ αὐτός τι εἰσόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται.

Οὕτω καὶ ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου, ἀλλ' ἃ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ ἀπόστολοι κυροῦν, ταῦτα αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν ἔσχεν ἀκίνητα παρ' ἑαυτῷ. Καὶ ταῦτα ὁ Λουκᾶς δηλῶν, ἔλεγεν, ὅτι πολὺν καὶ μακρὸν λόγον ὑπὲρ τούτων ἀπέτεινε πρὸς αὐτοὺς ὁ Παῦλος καὶ πρὶν εἰς Ἱεροσόλυμα ἐλθεῖν. Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ περὶ ἐκείνων μαθεῖν, ἀνῆλθεν ὑπὲρ ἐκείνων, οὐχ ὑπὲρ ἑαυτοῦ. Εἰ δὲ λέγει, Οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν ἀνῆλθε. Καὶ γὰρ καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται, λέγων· Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Οὐκ εἶπεν ἁπλῶς, Οὐ προσανεθέμην, ἀλλ', Εὐθέως. Εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν. Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν. Ὅρα ζέουσαν ψυχήν·τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ' ἀγριώτερον ἔτι διακειμένους. Εἰ γὰρ μετὰ τῶν ἀποστόλων ἀνέμενεν, οὐδὲν ἔχων μανθάνειν, τὸ κήρυγμα ἂν ἐνεποδίσθη· ἔδει γὰρ αὐτοὺς πανταχοῦ τὸν λόγον διαδοῦναι. ∆ιὰ τοῦτο ὁ μακάριος οὗτος, καὶ ζέων τῷ πνεύματι, τῆς διδασκαλίας εὐθέως ἥπτετο ἀνθρώπων βαρβάρων καὶ ἀγρίων, βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον.

ιαʹ. Καὶ θέα μοι τὴν ταπεινοφροσύνην. Εἰπὼν γὰρ, Ἀπῆλθον εἰς Ἀραβίαν,

ἐπήγαγε, Καὶ πάλιν ὑπέστρεψα εἰς ∆αμασκόν. Οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους, καίτοι γε ἅμα τῷ βαπτισθῆναι τοσοῦτον ἐπεδείξατο ζῆλον, ὡς συγχέειν Ἰουδαίους, καὶ εἰς τοσοῦτον ἤγαγε παροξυσμὸν, ὡς ἐφεδρεύειν καὶ βούλεσθαι αὐτὸν ἀνελεῖν καὶ αὐτοὺς καὶ τοὺς Ἕλληνας· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ πολλὴν ἐποίησε τοῖς πιστεύουσι τὴν προσθήκην. Ἐπειδὴ γὰρ ἡττῶντο τῇ διδασκαλίᾳ, λοιπὸν ἐπὶ φόνον ἐτρέποντο ὅπερ τῆς τοῦ Παύλου νίκης σημεῖον 61.631 καθαρὸν ἦν. Ἀλλ' οὐκ εἴασεν αὐτὸν ὁ Χριστὸς ἀποθανεῖν, τηρῶν αὐτὸν τῷ κηρύγματι· ἀλλ' ὅμως οὐδέν φησι τῶν κατορθωμάτων τούτων· οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ ἔκτρωμα ἑαυτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ τῆς προσηγορίας τῆς τοιαύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν ὁ πλέον πάντων κοπιάσας, ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ταπεινὰ δὲ περὶ ἑαυτοῦ λέγων, εὐγνώμων, οὐ ταπεινόφρων ἐστίν· ὁ δὲ μετὰ τοσούτους στεφάνους τοιαῦτα φθεγγόμενος, ἐκεῖνός ἐστιν ὁ μετριάζειν εἰδώς. Καὶ πάλιν ὑπέστρεψα, φησὶν, εἰς ∆αμασκόν. Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν; Περὶ γὰρ τῆς πόλεώς φησι ταύτης, ὅτι πᾶσαν αὐτὴν ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφύλαττε, τὸν μακάριον τοῦτον σαγηνεῦσαι βουλόμενος· ὅπερ σημεῖον μέγιστον ἦν τοῦ σφόδρα καὶ κατὰ κράτος ἐλαύνειν αὐτὸν τοὺς Ἰουδαίους. Ἀλλ' οὐδὲν τούτων ἐνταῦθα λέγει, οὐδ' ἂν ἐκεῖ αὐτὰ τότε τέθεικεν, εἰ μὴ καὶ τότε τὸν καιρὸν εἶδεν ἐκεῖνον ἀπαιτοῦντα τὴν