1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

17

ἀξίωμα θεῖναι τοῦ ἀνδρός. Καὶ πολλαχόθεν ἄλλοθεν δείκνυται, ὅτι διέκειτο πρὸς τοὺς ἀποστόλους πάντας οὕτω γνησίως, ὡς αὐτῷ πρέπον ἦν. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυχῆς τὴν ταπεινοφροσύνην; Καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόμενος, καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογήσασθαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ Κιλικίας· μετὰ τὸ Πέτρον ἰδεῖν. Πάλιν ἄρχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου, τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἂν ἑλέσθαι ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομεῖν. ∆ιόπερ οὐδὲ κατὰ ψιλὴν αὐτοὺς συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἤμην γὰρ, φησὶν, ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας. Μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, 61.633 ἤν ποτε ἐπόρθει. Τί ταύτης τῆς ψυχῆς μετριώτερον γένοιτ' ἄν; Ὅτε μὲν γὰρ τὰ φέροντα αὐτῷ κατηγορίαν διελέγετο, οἷον ὅτι ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ ἐπόρθει αὐτὴν, μετὰ πολλῆς αὐτὰ τέθεικε τῆς ὑπερβολῆς, ἐκπομπεύων αὑτοῦ τὸν βίον τὸν πρότερον· τὰ δὲ μέλλοντα αὐτὸν δεικνύναι λαμπρὸν, ταῦτα παρατρέχει. Καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὰ κατορθώματα αὑτοῦ πάντα εἰπεῖν, οὐδὲν αὐτῶν τίθησιν, ἀλλ' ἑνὶ ῥήματι πέλαγος παρελθὼν ἄφατον, καὶ εἰπὼν, ὅτι Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας, καὶ ὅτι Ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, 61.634 νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει, οὐδὲν πλέον προσέθηκε. Τί δὲ αὐτῷ βούλεται τὸ λέγειν, ὅτι Ἀγνοούμενος ἤμην ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας; Ἵνα μάθῃς, ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρύξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπὸ ὄψεως γνώριμος ἦν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν. Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης, πῶς αὐτὸν διατηρεῖ μετὰ ἀκριβείας. Οὐ γὰρ εἶπεν, ὅτι ἐθαύμαζόν με, ἐπῄνουν με, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. Τὸν γὰρ Θεὸν ἐδόξαζον, φησὶν, ἐν ἐμοί.

61.633 ΟΜΙΛΙΑ Βʹ. Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα,

συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.

αʹ. Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν Πέτρον εἶναί φησι, καὶ τὸ ἱστορῆσαι ἐκεῖνον· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τὴν τοῦ Πνεύματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Τί φὴς, ὦ Παῦλε; ὁ παρὰ τὴν ἀρχὴν μὴ ἑλόμενος, ἀναθέσθαι μηδὲ μετὰ ἔτη τρία δεκατεσσάρων παρελθόντων ἐτῶν, τότε ἀνατίθῃ, μή πως εἰς κενὸν τρέχῃς; Καὶ πόσῳ βέλτιον ἦν εὐθέως ἀρξάμενον τοῦτο ποιῆσαι, ἢ μετὰ ἔτη τοσαῦτα; Τί δὲ καὶ ἔτρεχες, εἰ μὴ πεπεισμένος ἦς, ὅτι οὐκ εἰς κενὸν ἔτρεχες; τίς οὕτως ἀνόητος, ὡς ἔτη τοσαῦτα κηρύττειν, οὐκ εἰδὼς ὅτι κηρύττει καλῶς; Καὶ τὸ πολὺ τούτου πάλιν ἀπορώτερον, ὅτι κατὰ ἀποκάλυψίν φησιν ἀνεληλυθέναι. Τοῦτο γὰρ ἀπορώτερον μὲν, ὥσπερ ἔφθην εἰπὼν, τοῦ προτέρου, ἱκανὸν δὲ κἀκείνου τὴν λύσιν ἡμῖν παρασχεῖν. Εἰ μὲν γὰρ ἀφ' ἑαυτοῦ ἀνῆλθε, μάλιστα μὲν οὐδὲ τοῦτο ἂν ἔχοι λόγον· οὐ γὰρ ἦν τῆς μακαρίας ἐκείνης ψυχῆς εἰς τοσαύτην ἄνοιαν ἐμπεσεῖν· αὐτὸς γάρ ἐστιν ὁ λέγων, Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Εἰ τοίνυν οὐκ ἀδήλως, πῶς λέγεις, Μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον; Ὅθεν δῆλον, ὅτι εἰ καὶ χωρὶς ἀποκαλύψεως ἀνῆλθεν, ἔπαθεν ἂν τὰ τῶν ἀνοήτων· πλὴν ἀλλ' οὐχ ὁμοίως ἄτοπον ἦν τὸ γινόμενον· ὅταν δὲ καὶ ἡ τοῦ Πνεύματος αὐτὸν ἕλκῃ χάρις, τίς τολμήσει τι τοιοῦτον ὑποπτεῦσαι