1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

21

μὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς συγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην 61.638 οὖσαν ἑώρα. Εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν, φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον περιτομὴν, ἑαυτοῖς ἐμάχοντο. Τίς οὖν ἡ τούτου λύσις; Ἦν εἰπεῖν, ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν.

∆ιὰ τοῦτο μὲν οὐ λέγει, ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον εἰπών· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, οὐδέν μοι διαφέρει· ὡς ἂν εἰ ἔλεγεν, Οὐ κατηγορῶ, οὐδὲ διαβάλλω τοὺς ἁγίους ἐκείνους· ἴσασιν αὐτοὶ τί ἔπραττον· καὶ γὰρ τῷ Θεῷ μέλλουσιν ἀποδιδόναι λόγον· τὸ δὲ σπουδαζόμενον ἐμοὶ δεῖξαι, ὅτι τὰ ἐμὰ οὐ καθεῖλον, οὐδὲ διώρθωσαν, οὐδὲ προσέθηκαν ὡς ἐνδεῶς ἔχουσιν αὐτοῖς, ἀλλὰ καὶ ἐπῄνεσαν καὶ συνῄνεσαν· καὶ τούτων μάρτυρας ἔχω καὶ Τίτον καὶ Βαρνάβαν. ∆ιόπερ ἐπάγει λέγων· Ἰδόντες ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς· περιτομὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγματα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόμενα ἔθνη. Ἐπήγαγε γοῦν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτομὴν Ἰουδαίους. Καὶ δείκνυσιν αὐτοῖς ὁμότιμον ὄντα λοιπὸν, καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει, δεικνὺς ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας. Ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁμονοίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαῤῥῶν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται, καὶ οὐκέτι ἵσταται μέχρι τῶν ἀποστόλων μόνων, ἀλλ' ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ' ἐκείνου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων τοὺς ἀποστόλους καλεῖ, καί φησιν· ὅτι Γνόντες τὴν χάριν τοῦ Κυρίου τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Καὶ οὐκ εἶπεν, ὅτι ἀκούσαντες, ἀλλὰ, Γνόντες, τουτέστι, καταμαθόντες δι' αὐτῶν τῶν πραγμάτων, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν, καὶ τοῖς ἀποστόλοις; Οὐδὲ γὰρ ἂν ἐδόθη, οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτον κήρυγμα ἦν. Καὶ ὅπου μὲν συγκρῖναι ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ' ἐγκωμίου, Κηφᾶς, λέγων, καὶ Ἰάκωβος, καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι. Καὶ πάλιν οὐ τὸ εἶναι ἀναιρῶν, τοὺς δοκοῦντάς φησιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων, ὅτι Οἱ μεγάλοι καὶ ἐξαίρετοι, καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μάρτυρές εἰσι τῶν λεγομένων, ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ μὲν τῶν πραγμάτων ταῦτα ἔμαθον, καὶ δι' αὐτῆς τῆς πείρας ἐπιστώθησαν. ∆ιὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ, καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ, Ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὢ συνέσεως ὑπερβολὴ, καὶ συμφωνίας ἀπόδειξις ἀναντίῤῥητος! δείκνυσι γὰρ καὶ τὰ ἐκείνων αὑτοῦ, καὶ τὰ αὑτοῦ ἐκείνων. Ταῦτα γὰρ ἑκατέροις ἐδόκει, 61.639 καὶ ἐκείνους Ἰουδαίοις κηρύττειν οὕτω, καὶ τοῦτον τοῖς ἔθνεσι· διὸ καὶ ἐπήγαγεν, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὁρᾷς πῶς περιτομὴν ἐνταῦθα οὐχὶ τὸ πρᾶγμα καλεῖ, ἀλλὰ τοὺς Ἰουδαίους; Ὅταν μὲν γὰρ αὐτὸ τὸ πρᾶγμα λέγῃ καὶ ἀντιδιαστέλλῃ, αὐτὴν τὴν ἀκροβυστίαν τίθησιν, ὡς ὅταν λέγῃ, Περιτομὴ μὲν ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ πάλιν, Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία· ὅταν δὲ Ἰουδαίους οὕτω καλῇ, καὶ μὴ τὸ πρᾶγμα, ἀλλὰ τὸν λαὸν δηλῶσαι βούληται, οὐ τὴν ἀκροβυστίαν, ἀλλὰ τὰ ἔθνη ἀντιτίθησιν. Ἀντιδιαστέλλονται μὲν γὰρ ἔθνεσιν Ἰουδαῖοι, περιτομῇ δὲ ἀκροβυστία· ὡς ὅταν λέγῃ καὶ ἀνωτέρω, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ