1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

23

τὴν ἑαυτοῦ ψυχὴν ἐκδοὺς δήμῳ τοσούτῳ, πῶς ἂν ὑπεκρίθη ποτέ; ὁ μαστιχθεὶς καὶ δεθεὶς, καὶ μηδὲν τῆς παῤῥησίας ἑλόμενος καθυφεῖναι, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν μέσῃ τῇ μητροπόλει, ἔνθα τοσοῦτος κίνδυνος ἦν, πῶς ἂν μετὰ τοσοῦτον χρόνον ἐν Ἀντιοχείᾳ, ἔνθα οὔτε κίνδυνος ἦν, καὶ πολὺ λαμπρότερος αὐτὸς ἐγεγόνει, τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν ἔχων, τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας ἔδεισεν ἄν; Ὁ γὰρ αὐτοὺς Ἰουδαίους μὴ φοβηθεὶς καὶ ἐν ἀρχῇ, καὶ ἐν τῇ μητροπόλει, πῶς ἂν μετὰ χρόνον τοσοῦτον ἐν ἀλλοτρίᾳ ὢν, τοὺς ἐξ ἐκείνων μεταστάντας ἐφοβήθη; Οὐ τοίνυν κατὰ Πέτρου ταῦτά φησιν ὁ Παῦλος, ἀλλ' ἀπὸ τῆς γνώμης ἧς εἶπεν, Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει, ἀπὸ τῆς αὐτῆς καὶ ταῦτα φθέγγεται. Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον διαπορῶμεν ὑπὲρ τούτων, ἀναγκαῖον τῶν λεγομένων ἀναπτύξαι τὴν αἰτίαν. Οἱ γὰρ ἀπόστολοι, καθὼς ἔφθην εἰπὼν, ἐν Ἱεροσολύμοις μὲν συνεχώρουν περιτέμνεσθαι· οὐ γὰρ ἦν ἀθρόως ἀποσπάσαι τοῦ νόμου· ἐν Ἀντιοχείᾳ δὲ ἐλθόντες, οὐδὲν τοιοῦτον παρετήρουν λοιπὸν, ἀλλὰ μετὰ τῶν ἐξ ἐθνῶν πιστευόντων ἀδιαφόρως ἔζων, ὃ δὴ καὶ Πέτρος ἐποίει τότε. Ἐπειδὴ δὲ ἦλθον ἀπὸ Ἱεροσολύμων οἱ ἰδόντες αὐτὸν ἐκεῖ οὕτω κηρύττοντα, οὐκέτι ἐποίει τοῦτο, φοβούμενος πλῆξαι ἐκείνους, ἀλλὰ μετέθετο, δύο ταῦτα οἰκονομῶν, καὶ τὸ μὴ σκανδαλίσαι τοὺς ἐξ Ἰουδαίων, καὶ τὸ 61.641 παρασχεῖν τῷ Παύλῳ εὔλογον τῆς ἐπιτιμήσεως πρόφασιν. Εἰ γὰρ αὐτὸς ὁ ἐν τοῖς Ἱεροσολύμοις κηρύξας μετὰ περιτομῆς, μετέθετο ἐν Ἀντιοχείᾳ, ἔδοξεν ἂν τοῖς ἐξ Ἰουδαίων διὰ τὸν τοῦ Παύλου φόβον τοῦτο ποιεῖν, καὶ κατέγνωσαν ἂν αὐτοῦ πολλὴν τὴν εὐκολίαν οἱ μαθηταί· οὐ μικρὸν δὲ τοῦτο σκάνδαλον ἔμελλε γίνεσθαι. Τῷ μέντοι Παύλῳ πάντα σαφῶς εἰδότι μεταστὰς, οὐκ ἂν τοιαύτην παρέσχεν ὑπόνοιαν· καὶ γὰρ ᾔδει τὴν γνώμην μεθ' ἧς ἐγίνετο ταῦτα. ∆ιὸ καὶ Παῦλος ἐπιπλήττει, καὶ Πέτρος ἀνέχεται, ἵνα ἐγκαλουμένου τοῦ διδασκάλου καὶ σιγῶντος, εὐκολώτερον οἱ μαθηταὶ μεταθῶνται. Εἰ γὰρ, μηδενὸς γενομένου τοιούτου, παρῄνεσεν ὁ Παῦλος, οὐδὲν ἂν εἰργάσατο μέγα· νῦν δὲ ἀφορμὴν λαβὼν ἐπιτιμήσεως σφοδροτέρας, πλείονα τοῖς μαθηταῖς Πέτρου τὸν φόβον ἐνέθηκε. Καὶ γὰρ εἰ μὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐμέμψατο, ὡς τῆς οἰκονομίας ἀνατρεπομένης· νυνὶ δὲ, ἐκείνου μὲν ἐπιτιμῶντος, τούτου δὲ σιγῶντος, πολὺς τοῖς ἐξ Ἰουδαίων φόβος ἐγίνετο· διὸ καὶ σφοδρῶς κέχρηται τῷ Πέτρῳ.

εʹ. Καὶ σκόπει μεθ' ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ, διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ μάχης ἦν τὰ ῥήματα, ἀλλ' οἰκονομίας. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτοῦ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Οὐκ εἶπεν, ὑπ' ἐμοῦ, ἀλλ', ὑπὸ τῶν ἄλλων. Εἰ δὲ αὐτὸς κατεγίνωσκεν, οὐκ ἂν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν. Καὶ τὸ, Κατὰ πρόσωπον δὲ ἀντέστην, σχῆμα ἦν. Εἰ γὰρ ὄντως ἐμάχοντο, οὐκ ἂν ἐπὶ τῶν μαθητῶν ἀλλήλοις ἐπετίμησαν· σφόδρα γὰρ ἂν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ δὲ λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ μάχη. Καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύμοις, οὕτω καὶ αὐτοὶ ἐν Ἀντιοχείᾳ. Τίς οὖν ἡ κατάγνωσις; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου (αὐτὸς γὰρ ἦν ὁ διδάσκαλος ἐν Ἱεροσολύμοις) μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς· οὐ τοῦτο φοβούμενος, μὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ μὴ φοβηθεὶς, πολλῷ μᾶλλον τότε· ἀλλ' ἵνα μὴ ἀποστῶσιν. Ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις, Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα· καὶ πάλιν, Φοβοῦμαι μή πως ὡς ὄφις Εὔαν ἐξηπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Ὁ μὲν γὰρ τοῦ θανάτου φόβος οὐδὲν ἦν αὐτοῖς, ὁ δὲ τῆς ἀπωλείας τῶν μαθητῶν σφόδρα αὐτῶν κατέσειε τὴν ψυχήν. Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Μὴ θαυμάσῃς, εἰ τὸ πρᾶγμα ὑπόκρισιν καλεῖ· οὐ γὰρ