1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

26

παντὸς, ἐξεβλήθη κατὰ μικρὸν ἡ διὰ τῆς πίστεως δικαιοσύνη. Εἰ γὰρ σάββατα τηρεῖς, διὰ τί μὴ καὶ περιτέμνῃ; εἰ δὲ περιτέμνῃ, διὰ τί μὴ καὶ περιθύεις; Εἰ γὰρ φυλάττειν χρὴ, ὅλον τὸν νόμον χρὴ φυλάττειν· εἰ δὲ ὅλον οὐ χρὴ, οὐδὲ μέρος. Εἰ δὲ ὑπὲρ τοῦ μέρους φρίττεις, μὴ παραβάσεως κριθῇς, ἄλλως καὶ ὑπὲρ παντὸς ἀνάγκη φοβεῖσθαι· εἰ δὲ ὅλος παραβαινόμενος οὐ κολάζει, δῆλον ὅτι οὐδὲ μέρος· εἰ δὲ μέρος, πολλῷ μᾶλλον ὅλος· εἰ δὲ ὅλον ἀνάγκη φυλάξαι, ἀνάγκη παρακοῦσαι τοῦ Χριστοῦ, ἢ ἀκούοντας τοῦ Χριστοῦ παραβάτας γενέσθαι τοῦ νόμου. Εἰ γὰρ δεῖ φυλάττειν αὐτὸν, οἱ μὴ φυλάττοντες αὐτὸν, παραβάται, καὶ τῆς παραβάσεως ταύτης εὑρεθήσεται αἴτιος ἡμῖν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νόμον ἔλυσε τὸν περὶ αὐτῶν, καὶ λύειν ἐκέλευσεν.

ζʹ. Ὁρᾷς τί κατασκευάζουσιν οἱ ἰουδαΐζοντες; τὸν Χριστὸν τὸν τῆς δικαιοσύνης ἡμῖν αἴτιον, τοῦτον καὶ ἁμαρτίας ἀποφαίνουσιν αἴτιον, καθὼς καὶ Παῦλός φησιν· Ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Εἶτα εἰς ἄτοπον τὸν λόγον ἀναγαγὼν, οὐδὲ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ' ἠρκέσθη τῇ ἀπαγορεύσει, μόνον, εἰπὼν, Μὴ γένοιτο. Πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ οὐδὲ κατασκευαστικῶν δεῖ λόγων, ἀλλ' ἀρκεῖ καὶ ἀπαγορεῦσαι μόνον. Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Ἐκεῖνοι δεῖξαι ἐβούλοντο, ὅτι ὁ μὴ τηρῶν τὸν νόμον, παραβάτης· οὗτος δὲ εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, δεικνὺς ὅτι ὁ τηρῶν τὸν νόμον, παραβάτης, οὐ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοῦ τοῦ νόμου. Ἃ γὰρ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, τὸν νόμον φησίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πέπαυ 61.645 ται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι' ὧν ἀφέντες αὐτὸν, κατεφύγομεν ἐπὶ τὴν ἐκ πίστεως σωτηρίαν. Ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸν, αὐτῷ τούτῳ παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. Εἶτα καὶ πῶς κατελύθη, δείκνυσιν. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον. ∆ιπλῆν ἔχει τοῦτο τὴν θεωρίαν· ἢ γὰρ νόμου τοῦ τῆς χάριτός φησιν· οἶδε γὰρ καὶ τοῦτον νόμον καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ δὲ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με· ἢ τὸν νόμον ἐνταῦθα τὸν παλαιὸν λέγει, δεικνὺς ὅτι δι' αὐτοῦ τοῦ νόμου τῷ νόμῳ ἀπέθανε· τουτέστιν· Αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ. Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω. Πῶς καὶ τίνι τρόπῳ; Μωϋσῆς φησι, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· περὶ τοῦ Χριστοῦ λέγων. Ὥστε οἱ μὴ τούτῳ πειθόμενοι, παραβαίνουσι τὸν νόμον. Καὶ ἑτέρως δὲ πάλιν τοῦτο νοητέον ἡμῖν, τὸ, ∆ιὰ νόμον νόμῳ ἀπέθανον. Ὁ γὰρ νόμος πάντα κελεύει ποιεῖν τὰ ἐγγεγραμμένα, καὶ τὸν μὴ ποιοῦντα κολάζει. Οὐκοῦν ἅπαντες αὐτῷ τετελευτήκαμεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Καὶ ὅρα πῶς καὶ ἐνταῦθα μεμετρημένως ποιεῖται τὴν πρὸς αὐτὸν μάχην· οὐ γὰρ εἶπεν, ὁ νόμος μοι ἀπέθανεν, ἀλλ', Ἐγὼ τῷ νόμῳ ἀπέθανον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ τὸν νεκρὸν καὶ τεθνεῶτα οὐκ ἔστιν ὑπακούειν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως οὐδὲ ἐμὲ τὸν ἐκ τῆς ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα· τῷ γὰρ ἐκείνου λόγῳ ἀπέθανον. Μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε, καὶ θάνατον οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικὸν, δι' οὗ καὶ τὸν σωματικὸν ἐπήγαγεν.

Ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἵνα γὰρ Θεῷ ζήσω, φησὶ, Χριστῷ συνεσταύρωμαι. Ἐπειδὴ γὰρ εἶπεν, Ἀπέθανον, ἵνα μή τις εἴπῃ, πῶς οὖν ζῇς; ἐπήγαγε καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ ἔδειξεν, ὅτι ὁ μὲν νόμος ζῶντα ἀπέκτεινεν, ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, διὰ θανάτου ἐζωοποίησε· καὶ διπλοῦν τὸ θαῦμα δείκνυσιν, ὅτι καὶ τὸν νεκρὸν ἐζωογόνησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο. Ζωὴν δὲ λέγει νῦν τὸν