1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

27

θάνατον· τοῦτο γάρ ἐστιν, Ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Καὶ πῶς ὁ ζῶν καὶ ἐμπνέων συνεσταυρώθη, φησίν, Ὅτι μὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι καὶ ζῇς; Ὅρα πῶς καὶ αὐτὸ ἑρμηνεύει, λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τῷ μὲν γὰρ εἰπεῖν, Χριστῷ συνεσταύρωμαι, τὸ βάπτισμα ᾐνίξατο· τῷ δὲ εἰπεῖν, Ζῶ δὲ οὐκέτι ἐγὼ, τὴν μετὰ ταῦτα πολιτείαν, δι' ἧς νεκροῦται ἡμῶν τὰ μέλη. Τί δέ ἐστι, Ζῇ δὲ ἐν ἐμοὶ Χριστός; Οὐδὲν γίνεται, φησὶν, ὑπ' ἐμοῦ, ὧν ὁ Χριστὸς οὐ βούλεται. Ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁμαρτιῶν, οὕτω καὶ ζωὴν, τὴν ἐκείνων ἀπαλλαγήν· Θεῷ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ' ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ. Ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωματικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ τὸν κατὰ τῆς ἁμαρτίας. Νεκρώσατε γὰρ τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, μοιχεία· παὶ πάλιν λέγει, Ὁ 61.646 παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη· ὅπερ ἐν τῷ λουτρῷ γέγονε. Μετὰ δὲ ταῦτα ἐὰν μένῃς νεκρὸς τῇ ἁμαρτίᾳ, ζῇς τῷ Θεῷ· ἂν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυμήνω τῇ τοιαύτῃ ζωῇ. Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος, ἀλλ' ἔμενε δι' ὅλου νεκρός. Εἰ τοίνυν ζῶ τῷ Θεῷ, φησὶν, ἑτέραν παρὰ τὴν ἐν τῷ νόμῳ ζωὴν, καὶ νεκρὸς ἐγενόμην τῷ νόμῳ, οὐδὲν τοῦ νόμου φυλάττειν δύναμαι.

ηʹ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῆς πολιτείας, καὶ θαύμασον μεθ' ὑπερβολῆς τὴν μακαρίαν ἐκείνην ψυχήν. Οὐ γὰρ εἶπε, Ζῶ ἐγὼ, ἀλλὰ, Ζῇ ἐν ἐμοὶ Χριστός. Τίς ταύτην τολμήσει ῥῆξαι τὴν φωνήν; Ἐπειδὴ γὰρ εὐήνιον ἑαυτὸν τῷ Χριστῷ κατεσκεύασε, καὶ ἅπαντα ἐξέβαλε τὰ βιωτικὰ, καὶ πρὸς τὸ θέλημα τὸ ἐκείνου πάντα ἔπραττεν, οὐκ εἶπε, Ζῶ τῷ Χριστῷ, ἀλλ', ὃ πολλῷ πλέον ἦν, Ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὥσπερ γὰρ ἡ ἁμαρτία, ὅταν κρατήσῃ, αὕτη ἐστὶν ἡ ζῶσα, πρὸς ἃ βούλεται τὴν ψυχὴν ἄγουσα· οὕτως εἰ ἐκείνης νεκρωθείσης τὰ τῷ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπόν ἐστιν ἡ τοιαύτη ζωὴ, αὐτοῦ ζῶντος ἐν ἡμῖν, τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος. Ἐπειδὴ δὲ ἔλεγε, Συνεσταύρωμαι, καὶ, Οὐκέτι ζῶ, ἀλλ' ἀπέθανον, καὶ ἐδόκει πολλοῖς ἀπίθανον λέγειν, ἐπήγαγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὰ μὲν εἰρημένα μοι, φησὶ, περὶ τῆς νοερᾶς ζωῆς· εἰ δέ τις ἐξετάζοι καὶ ταύτην τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς Χριστόν μοι πίστιν γέγονεν. Ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόμον, ἐσχάτης κολάσεως ἄξιος ἤμην, καὶ πάλαι ἂν ἀπωλώλειν. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦντο τῆς δόξης τοῦ Θεοῦ, καὶ ὑπὸ τὴν ἀπόφασιν ἡμᾶς κειμένους ἠλευθέρωσεν ὁ Χριστός· καὶ γὰρ οἱ πάντες ἀπέθανον, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει· καὶ τὴν πληγὴν ἐκδεχομένους ἀπήλλαξεν. Ἐπειδὴ καὶ ὁ νόμος κατηγόρησε, καὶ ὁ Θεὸς ἀπεφήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡμᾶς ἐξήρπασε τοῦ θανάτου. Ὥστε Ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυσε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν· ἀλλ' ἡ τοῦ Χριστοῦ παρουσία στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῇν ἡμᾶς ἐποίησεν. Ὅτι γὰρ τοῦτό φησιν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ, ἐπήγαγε· Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί ποιεῖς, ὦ Παῦλε, τὰ κοινὰ σφετεριζόμενος, καὶ τὰ ὑπὲρ τῆς οἰκουμένης γενόμενα ἰδιοποιῶν; οὐ γὰρ εἶπε, τοῦ ἀγαπήσαντος ἡμᾶς, ἀλλὰ, Τοῦ ἀγαπήσαντός με. Καὶ μὴν ὁ εὐαγγελιστής φησιν, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον καὶ σὺ δὲ αὐτὸς λέγεις, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ἔδωκεν αὐτὸν, οὐχ ὑπὲρ σοῦ, ἀλλ' ὑπὲρ πάντων· καὶ πάλιν, Ἵνα περιποιήσηται ἑαυτῷ λαὸν περιούσιον.

Τί οὖν ἐστιν ἐνταῦθα ὃ λέγει; Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης