1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

28

φύσεως, καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τίνων ἀπήλλαξε, καὶ τίνα ἐχαρίσατο, καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθέγγεται. Ἐπεὶ καὶ οἱ προφῆται τὸν 61.647 κοινὸν Θεὸν ἰδιοποιοῦνται πολλάκις, οὕτω λέγοντες· Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ χωρὶς δὲ τούτων δεικνὺς, ὅτι ἕκαστον ἡμῶν τοσαύτην δίκαιον ὀφείλειν τῷ Χριστῷ χάριν, ὅσην ἂν εἰ καὶ δι' αὐτὸν μόνον ἦλθεν. Οὐ γὰρ ἂν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονομίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ ἀγάπης μέτρῳ φιλεῖ, ὅσῳ τὴν οἰκουμένην ἅπασαν. Ἡ μὲν οὖν θυσία ὑπὲρ πάσης προσενήνεκτο τῆς φύσεως, καὶ ἱκανὴ πάντας ἦν σῶσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι, οἱ πιστεύοντές εἰσι μόνοι. Ἀλλ' ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν, ἀλλ' ὥσπερ τὸ ἄριστον τὸ ἐν τῷ Εὐαγγελίῳ πᾶσι μὲν ηὐτρέπιστο, ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἐλθεῖν οἱ κληθέντες, οὐ συνεῖλε τὰ προκείμενα, ἀλλ' ἑτέρους ἐκάλεσεν· οὕτω καὶ ἐνταῦθα πεποίηκε. Καὶ γὰρ καὶ τὸ πρόβατον τὸ τῶν ἐνενηκονταεννέα ἀποσπασθὲν, ἓν ἦν, ἀλλ' ὅμως οὐδὲ αὐτοῦ κατεφρόνησε. Τοῦτο δὲ αὐτὸ οὕτω πως καὶ περὶ Ἰουδαίων διαλεγόμενος ὁ Παῦλος αἰνίττεται, λέγων· Τί γὰρ, εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Εἶτα αὐτὸς μὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα 61.648 σωτηρίας ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀγαγεῖν· σὺ δὲ μετὰ τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδρομεῖς; Ἐπειδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισμῶν ἐνέθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει, λέγων· Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ. Ἀκουέτωσαν οἱ ἔτι καὶ νῦν Ἰουδαΐζοντες, καὶ τῷ νόμῳ προσέχοντες. Καὶ γὰρ πρὸς ἐκείνους ταῦτα λέγεται. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Τί ταύτης τῆς ἁμαρτίας χαλεπώτερον; τί τῶν ῥημάτων τούτων ἐντρεπτικώτερον; Εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς, εὔδηλον ὅτι διὰ τὸ μὴ ἰσχύειν τὸν νόμον ἡμᾶς δικαιοῦν· εἰ δὲ ὁ νόμος δικαιοῖ, περιττὸς ὁ τοῦ Χριστοῦ θάνατος. Καὶ πῶς ἂν ἔχοι λόγον, πρᾶγμα τοσοῦτον, τοσαύτης γέμον φρίκης, καὶ λογισμὸν ἀνθρώπινον ὑπερβαῖνον, καὶ μυστήριον οὕτως ἀπόῤῥητον, ὃ πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, ἄγγελοι δὲ ἐξεπλήττοντο βλέποντες, κεφάλαιον δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας παρὰ πᾶσιν ὡμολόγηται ὂν, τοῦτο εἰκῆ καὶ μάτην γεγενῆσθαι λέγειν; Ἐννοήσας τοίνυν τὴν ὑπερβολὴν τῆς ἀτοπίας, εἰ τοσοῦτον πρᾶγμα καὶ τηλικοῦτον περιττῶς λέγοιεν γεγενῆσθαι (τοῦτο γὰρ καὶ ἀφ' ὧν ἐποίουν συνίστατο), καὶ ὕβρει κατ' αὐτῶν κέχρηται, λέγων οὕτως·

61.647 ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς

Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.

αʹ. Ἐνταῦθα λοιπὸν ἐφ' ἕτερον μεταβαίνει κεφάλαιον. Ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐκ ἀνθρώπων ἦν ἀπόστολος, οὐδὲ δι' ἀνθρώπων, οὐδὲ ἐδεήθη τῆς τῶν ἀποστόλων διδασκαλίας· ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. Ἀρχόμενος μὲν οὖν φησι· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Ἐνταῦθα δὲ, Ὦ ἀνόητοι Γαλάται! Τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀποῤῥήξας, ἐξήνεγκε μετὰ τὴν ἀπόδειξιν. Εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα,