1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

31

κατεσκευασμένων τὴν ἀφορμὴν λαμβάνων· τέως δὲ ἀπὸ τῶν παρελθόντων τὴν ἀφορμὴν κατασκευάζει. Ὅτε γὰρ, φησὶν, οὐ προσείχετε τῷ νόμῳ, ἀλλὰ τῇ πίστει, τότε τὸ Πνεῦμα ἐλάβετε, καὶ τὰ σημεῖα ἐπετελέσατε. Εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον ἐκίνει τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον ἄγων, καὶ σφόδρα εὐκαίρως, καὶ μετὰ πολλῆς τῆς περιουσίας, οὕτω λέγων· Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ∆ηλοῖ μὲν γὰρ, φησὶ, τῆς πίστεως τὴν δύναμιν, καὶ τὰ ὑφ' ὑμῶν γενόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πείσαιμι διηγημάτων. Ἐπειδὴ γὰρ πολὺς τοῦ πατριάρχου λόγος ἦν παρ' αὐτοῖς, ἄγει καὶ αὐτὸν εἰς μέσον, καὶ δείκνυσι καὶ αὐτὸν οὕτω δικαιωθέντα. Εἰ δὲ ὁ πρὸ τῆς χάριτος ἀπὸ πίστεως ἐδικαιώθη, καίτοι γε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ὑμεῖς. Τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον; Οὐδὲν, ἀλλ' ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ. Οὐδὲ γὰρ ἦν νόμος τότε, φησίν. Οὐδὲ γὰρ νῦν ἔστι νόμος, ὥσπερ οὐδὲ τότε. ∆ιὰ γὰρ τοῦτο ἀνελὼν τοῦ νόμου τὴν χρείαν, τότε τὸν πρὸ τοῦ νόμου δικαιωθέντα εἰσήγαγεν, ἵνα μὴ ταύτην δέξηται τὴν ἀντίθεσιν. Ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν, οὕτω καὶ νῦν δοθεὶς πέπαυται. Εἶτα ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ἐξ Ἀβραὰμ γεγενῆσθαι, καὶ 61.651 ἐδεδοίκεισαν, μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας· καὶ τοῦτο πάλιν εἰς τὸ ἐναντίον περιτρέπει, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μάλιστα ἡ πίστις ἐργάζεται. Καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται, λέγων οὕτω· Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. Εἶτα καὶ αὐτὸ τοῦτο ἀπὸ μαρτυρίας συνίστησι παλαιᾶς. Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν, οὗτοί εἰσιν υἱοὶ, ἀλλ' οἱ τὴν πίστιν ἐκείνου μιμησάμενοι (τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τὰ ἔθνη), δῆλον ὅτι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν.

γʹ. ∆ιὰ δὲ τούτων καὶ ἕτερον δείκνυται μέγα. Ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν μετὰ τὸν νόμον, καὶ ταύτην αὐτῶν ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἢ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη. ∆είκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο· Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόμου, προευηγγελίσατο τῷ Ἀβραάμ. Τί δὲ τοῦτό ἐστιν; Αὐτὸς ὁ τὸν νόμον διδοὺς, φησὶ, καὶ πρὶν ἢ τὸν νόμον τοῦτον δοῦναι, τοῦτο ἦν ὁρίσας, ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη. Καὶ οὐκ εἶπεν, Ἀπεκάλυψεν, ἀλλ', Εὐηγγελίσατο, ἵνα μάθῃς, ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι. Ἐπειδὴ δὲ εἶχε φόβος καὶ αὐτοὺς ἕτερος (ἐγέγραπτο γάρ· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτὰ), καὶ τοῦτο διαλύει τὸ δέος, σοφῶς καὶ συνετῶς πάλιν εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων, καὶ δεικνὺς ὅτι οὐ μόνον οὐκ εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον ἀφέντες, ἀλλὰ καὶ εὐλογημένοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ μὴ τηρῶν τὸν νόμον ἐπικατάρατος· οὗτος δὲ δείκνυσιν, ὅτι ὁ τηρῶν ἐπικατάρατος, ὁ δὲ μὴ τηρῶν εὐλογημένος. Ἐκεῖνοι πάλιν ἔλεγον, ὅτι ὁ τῇ πίστει μόνῃ προσέχων, ἐπικατάρατος· οὗτος δὲ δείκνυσιν, ὅτι ὁ τῇ πίστει προσέχων μόνῃ, εὐλογημένος. Πῶς οὖν ταῦτα πάντα δείκνυσιν; οὐ γὰρ τὸ τυχὸν ἐπηγγειλάμεθα.