1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

32

∆ιὸ χρὴ καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς ἑξῆς. Ἔδειξε μὲν γὰρ καὶ ἔμπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ Γραφὴ εἶπε τῷ πατριάρχῃ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Τότε δὲ νόμος οὐκ ἦν, ἀλλὰ πίστις· διὸ καὶ συλλογιζόμενος, ἐπήγαγεν· Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ἵνα δὲ μὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσι, καὶ εἴπωσιν· Εἰκότως ἀπὸ πίστεως ἐδικαιώθη· οὔπω γὰρ ἦν νόμος· σὺ δέ μοι δεῖξον μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν· ἐπὶ τοῦτο ἔρχεται, καὶ πλέον ὧν ζητοῦσιν ἐπιδείκνυσιν, οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ τὸν νόμον ἐπικαταράτους τοὺς χρωμένους αὐτῷ ποιοῦντα. Καὶ ἵνα ταῦτα μάθῃς, αὐτῶν ἄκουσον τῶν ἀποστολικῶν 61.652 ῥημάτων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ἀλλὰ τοῦτο ἀπόφασις, οὐδέπω τὴν ἀπόδειξιν ἔχουσα. Τίς οὖν ἡ ἀπόδειξις; Ἐξ αὐτοῦ τοῦ νόμου· Ἐπικατάρατος γὰρ πᾶς, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται, παντί που δῆλον. Πάντες γὰρ ἥμαρτον, καὶ ὑπὸ κατάραν εἰσίν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ δόξῃ αὐτὸς ἀποφαίνεσθαι, πάλιν δὲ ἀπὸ μαρτυρίας αὐτὸ συνίστησιν, ἀμφότερα ἐχούσης ἐν βραχεῖ, καὶ ὅτι νόμον οὐδεὶς ἐπλήρωσε (διὸ καὶ ἐπικατάρατοι ἦσαν), καὶ ὅτι ἡ πίστις δικαιοῖ. Τίς οὖν ἡ μαρτυρία; Ἀπὸ τοῦ προφήτου Ἀββακοὺμ οὕτω λέγοντος· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Τοῦτο γὰρ οὐ τὴν ἐκ πίστεως δείκνυσι δικαιοσύνην μόνον, ἀλλ' ὅτι καὶ διὰ νόμου σωθῆναι οὐκ ἔνι. Ἐπειδὴ γὰρ νόμον, φησὶν, οὐδεὶς ἐτήρησεν, ἀλλὰ πάντες ἦσαν ὑπὸ τὴν ἀρὰν διὰ τὴν παράβασιν, ἐπενοήθη ῥᾳδία τις ὁδὸς, ἡ ἀπὸ τῆς πίστεως· ὅπερ καὶ σημεῖον μέγιστόν ἐστι τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκ τοῦ νόμου. Οὐ γὰρ εἶπεν ὁ προφήτης, Ὁ δὲ δίκαιος ἐκ νόμου ζήσεται, ἀλλ', Ἐκ πίστεως. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. Οὐ γὰρ πίστιν ἐπιζητεῖ μόνον ὁ νόμος, φησὶν, ἀλλὰ καὶ ἔργα· ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ. Εἶδες πῶς ἔδειξεν, ὅτι οἱ τῷ νόμῳ προσέχοντες, διὰ τὸ ἀδύνατον εἶναι πληρωθῆναι, ὑπὸ κατάραν ἐγένοντο; Πῶς δὲ καὶ ἡ πίστις ταύτην ἔχει τὴν ἰσχὺν τὴν τοῦ δικαιοῦν; Ταῦτα γὰρ ἔμπροσθεν ἐπηγγείλατο, καὶ μετὰ πολλῆς αὐτὰ παρέστησε τῆς ἰσχύος. Ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόμος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρμακον οὐ μικρὸν ἡ πίστις, τὸ ἀδύνατον τοῦ νόμου ποιοῦσα δυνατὸν δι' αὐτῆς. Εἰ τοίνυν καὶ ἡ Γραφὴ λέγει, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ἀπογινώσκουσα τὴν διὰ τοῦ νόμου σωτηρίαν, καὶ ὁ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη, δῆλον ὅτι τῆς πίστεως πολλὴ ἡ ἰσχύς. Ἀλλ' ὅτι μὲν ὁ μὴ ἐμμένων τῷ νόμῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον. Ὅτι δὲ οὐχ ἕστηκεν ἔτι ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἀποδεῖξαι ἡμῖν, φησίν· Ὁ μὲν γὰρ Ἀβραὰμ πρὸ τοῦ νόμου ἦν· ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ· τίς οὖν ὁ τὴν κατάραν λύσας ἐκείνην; Πρὸς τοῦτο ὅρα πῶς ἀπαντᾷ ταχέως· ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα. Ὁ γὰρ δικαιωθεὶς ἅπαξ, καὶ ἀποθανὼν τῷ νόμῳ, καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἂν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται, γράφων· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γὰρ, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ μὴν ἑτέρᾳ κατάρᾳ ὁ λαὸς ὑπεύθυνος ἦν τῇ λεγούσῃ· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει ἐν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου. Καὶ τί τοῦτο; Ὁ μὲν γὰρ λαὸς ὑπεύθυνος ἦν· οὐ γὰρ ἐνέμεινεν, οὐδὲ ἦν τις ὁ πεπληρωκὼς τὸν νόμον ἅπαντα. Ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν καὶ ὁ κρεμάμενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος, μέλλοντα δὲ ἐκείνην λύειν 61.653 τὴν κατάραν ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῆς, δεῖ δὲ δέξασθαι κατάραν