1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

40

ὅπερ πολλάκις ποιεῖ, τὴν Παλαιὰν ἅπασαν οὕτως ὀνομάζων. Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Πάλιν ἐπὶ τὸν Ἀβραὰμ ἄνεισιν, οὐ ταυτολογῶν, ἀλλ' ἐπειδὴ πολλὴ τοῦ πατριάρχου παρὰ τοῖς Ἰουδαίοις ἡ δόξα ἦν, δείκνυσιν ὅτι ἐκεῖθεν οἱ τύποι τὴν ἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προεζωγραφεῖτο. Καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραὰμ, ἐπειδὴ οὐ τῆς αὐτῆς ἀξίας ἦσαν οἱ υἱοὶ τοῦ πατριάρχου, ἀλλ' ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσι λοιπὸν, ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής. Τοσαύτη τῆς πίστεως ἡ δύναμις. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας κατ' ἐπαγγελίαν. Τί ἐστι, Κατὰ σάρκα; Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ ἐκείνου, τούτους φησὶν υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ γάμων νόμον, οὐδὲ κατὰ σαρκὸς δύναμιν γενό 61.662 μενος, καὶ υἱὸς καὶ γνήσιος ἦν, ἀπὸ νεκρῶν σωμάτων φὺς, καὶ ἀπὸ τῆς μήτρας ἐκείνης. Οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρμα τὸν τόκον εἰργάσαντο· νεκρὰ γὰρ ἡ μήτρα, καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν πήρωσιν, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν. Ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ' ἐκεῖνος τοῖς τῆς φύσεως δεσμοῖς, καὶ τῇ τοῦ γάμου συνηθείᾳ τίκτεται. Ἀλλ' ὅμως ὁ μὴ κατὰ σάρκα τοῦ κατὰ σάρκα γεννηθέντος τιμιώτερος ἦν. Μὴ θορυβείτω τοίνυν ὑμᾶς τὸ μὴ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο μάλιστα αὐτοῦ συγγενεῖς ὑμεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιμιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιμοτέρους ἐργάζεται· θαυμαστότερος γὰρ ὁ τόκος ὁ μὴ κατὰ σάρκα καὶ πνευματικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων. Ἐτέχθη γὰρ κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ' ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὢν καὶ ἐλεύθερος, κύριος ἦν πάντων. Ἅτινά ἐστιν ἀλληγορούμενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ μὲν ἱστορία αὕτη οὐ τοῦτο μόνον παραδηλοῖ, ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει· διὸ καὶ ἀλληγορία κέκληται. Τί δὲ ἀνηγόρευσεν; Οὐδὲν ἕτερον, ἢ τὰ παρόντα πάντα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι, φησὶ, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Αὗται· τίνες; Τῶν παιδίων ἐκείνων αἱ μητέρες, ἡ Σάῤῥα καὶ ἡ Ἄγαρ. Τί εἰσι δύο ∆ιαθῆκαι; ∆ύο νόμοι. Ἀλλ' ἐπειδὴ γυναικῶν ὀνόματα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέμεινεν ἐν τῇ προσηγορίᾳ τοῦ γένους, καὶ ἀπὸ τῶν ὀνομάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν. Πῶς δὲ ἀπὸ τῶν ὀνομάτων; Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶ, φησὶν, ἐν τῇ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινᾶ ὄρος οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ.

δʹ. Ὥστε τοὺς ἐκ τῆς Παλαιᾶς τικτομένους πάντας ἀνάγκη δούλους εἶναι. Τὸ γὰρ ὄρος ἐκεῖνο, ἔνθα ἡ Παλαιὰ ∆ιαθήκη ἐδόθη, ὁμώνυμον ὂν τῇ δούλῃ παραλαμβάνει καὶ τὴν Ἱερουσαλήμ· τοῦτο γάρ ἐστι· Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ. Τουτέστι, γειτνιάζει, ἅπτεται. ∆ουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Τί οὖν ἀπὸ τούτου; Ὅτι οὐ μόνον ἐκείνη δούλη ἦν, καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, τουτέστιν, ἡ ∆ιαθήκη, ἧς τύπος ἡ δούλη. Καὶ γὰρ ἡ Ἱερουσαλὴμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ ∆ιαθήκη δέδοται. Ποῦ οὖν καὶ τῆς Σάῤῥας ὁ τύπος; Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν. Οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόμενοι οὐ δοῦλοι. Τῆς μὲν Ἱερουσαλὴμ τῆς κάτω τύπος ἦν Ἄγαρ, καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουμένου, τῆς δὲ ἄνω ἡ Ἐκκλησία. Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τοῖς τύποις, ἀλλὰ καὶ τὸν Ἡσαΐαν προστίθησι