1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

41

μαρτυροῦντα τοῖς εἰρημένοις· εἰπὼν γὰρ, Ἡ ἄνω Ἱερουσαλὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν Ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον· Εὐφράνθητι γὰρ, φησὶ, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρημος πρὸ τούτου; οὐκ εὔδηλον ὅτι ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῆς τοῦ Θεοῦ γνώ 61.663 σεως ἀπεστερημένη; Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή; Ἀλλ' ὅμως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα. Ἐκείνη μὲν γὰρ ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς Ἐκκλησίας τέκνα τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἅπασαν ἐνέπλησεν.

Εἶδες πῶς διὰ μὲν πραγμάτων ἡ Σάῤῥα, διὰ δὲ ῥημάτων ὁ προφήτης τὰ μέλλοντα ἡμῖν ὑπέγραψαν; Σκόπει δέ· Στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενομένην. Τοῦτο τυπικῶς καὶ ἐπὶ τῆς Σάῤῥας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μήτηρ. Τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη, ἀλλὰ καὶ πῶς ἐγένετο μήτηρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν τῇ ἀληθείᾳ προσαγάγῃ τὸν τύπον. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, οὐδὲ μόνον πολύπαις ἐγένετο, ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν, ὥσπερ ἡ Σάῤῥα. Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ' ἡ ἐπαγγελία τοῦ Θεοῦ (ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ, διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν. Καὶ ποία αὕτη ἐλευθερία, εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδαῖοι κατέχωσι καὶ μαστίζωσι τοὺς πιστεύσαντας, οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται; ταῦτα γὰρ τότε συνέβαινε, τῶν πιστῶν διωκομένων. Ἀλλὰ μηδὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ ἐδιώκετο. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν; αὕτη 61.664 ἡ παράκλησις πᾶσα τὸ δειχθῆναι τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι; Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἐνταῦθα ἵσταμαι, ἀλλ' ἄκουσον καὶ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανὴν, οὐ μικροψυχῶν τοῖς διωγμοῖς. Τίνα οὖν τὰ ἑξῆς; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· οὐ γὰρ μὴ κληρονομήσει μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Εἶδες τὰ ἐπίχειρα τῆς προσκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου, Ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος μετὰ τῆς μητρός. Σὺ δέ μοι σκόπει τὴν σοφίαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν, ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο, μόνον, ἀλλ', ἵνα μὴ κληρονομήσῃ. Οὐ γὰρ τοῦ προσκαίρου διωγμοῦ τιμωρίαν αὐτὸν ἀπῄτει ταύτην (τοῦτο γὰρ μικρὸν, καὶ οὐδὲν πρὸς ἐκεῖνο)· ἀλλ' οὐκ ἀφῆκε γενέσθαι κοινωνὸν τῶν ἡτοιμασμένων τῷ παιδὶ, δεικνὺς ὅτι καὶ τοῦ διωγμοῦ χωρὶς τοῦτο ἄνωθεν αὐτὸ διατετυπωμένον ἦν, οὐκ ἀπὸ τοῦ διωγμοῦ τὴν ἀρχὴν λαβὸν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ γνώμης. Καὶ οὐκ εἶπεν, Οὐ μὴ κληρονομήσει ὁ υἱὸς τοῦ Ἀβραὰμ, ἀλλ', Ὁ υἱὸς τῆς παιδίσκης, ἀπὸ τοῦ φαυλοτέρου γένους αὐτὸν καλῶν. Ἀλλ' ἡ Σάῤῥα στεῖρα ἦν· καὶ γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τοιαύτη. Ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούμενον; Ὥσπερ γὰρ ἐν ὅλοις τοῖς ἔμπροσθεν ἔτεσιν ἐκείνη μὴ τίκτουσα, πρὸς ἐσχάτῳ γήρᾳ γίνεται μήτηρ. οὕτω