1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

49

τοῦ πνεύματος ἐπιφοιτήσεως, οὐ μὴν διὰ τοῦτο ἐναπομένειν χρὴ τῷ παιδαγωγῷ. Τότε μὲν εἰκότως ὑπὸ νόμον ἦμεν, ἵνα τῷ δέει κολάζωμεν τὰς ἐπιθυμίας, οὔπω τοῦ πνεύματος φανέντος· νῦν δὲ τῆς χάριτος δεδομένης τῆς οὐ κελευούσης μόνον αὐτῶν ἀπέχεσθαι, ἀλλὰ καὶ μαραινούσης αὐτὰς, καὶ πρὸς μείζονα πολιτείαν ἀναγούσης, τίς χρεία νόμου; Τῷ γὰρ οἴκοθεν κατορθοῦντι τὰ μείζω, ποῦ χρεία παιδαγωγοῦ; οὐδὲ γὰρ γραμματιστοῦ τις δεῖται φιλόσοφος ὤν.

Τί τοίνυν ἑαυτοὺς ἐξευτελίζετε, τῷ πνεύματι πρότερον ἑαυτοὺς ἐκδόντες, καὶ νῦν προσκαθήμενοι τῷ νόμῳ; Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, 61.673 φαρμακεία, εἰδωλολατρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ἐνταῦθα λοιπὸν ὁ τῆς σαρκός σου κατηγορῶν, εἰπέ μοι, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι (ἔστω γὰρ ἡ μοιχεία καὶ ἡ πορνεία τῆς σαρκὸς καθ' ὑμᾶς), αἱ ἔχθραι, καὶ αἱ ἔρεις, καὶ οἱ ζῆλοι, καὶ αἱ ἐρίθειαι, καὶ αἱ αἱρέσεις, καὶ αἱ φαρμακεῖαι (προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον, ὥσπερ οὖν καὶ τὰ ἄλλα) πῶς ἂν εἶεν σαρκός; Ὁρᾷς ὅτι οὔ φησι τὴν σάρκα ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμὸν καὶ χαμαὶ συρόμενον; ∆ιὸ καὶ φοβεῖ λέγων, ὅτι Οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἰ δὲ φύσεως ταῦτα πονηρᾶς, καὶ οὐ προαιρέσεως μοχθηρᾶς, περιττῶς εἶπε, Πράσσουσιν, ἀλλὰ, Πάσχουσι. Τίνος δὲ ἕνεκεν καὶ βασιλείας ἐκπίπτουσιν; Οὐδὲ γὰρ τῶν ἐν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις. ∆ιὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος. Ὁ δὲ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Οὐκ εἶπε, τὸ ἔργον τοῦ πνεύματος, ἀλλ', Ὁ καρπός. Οὐκοῦν ἡ ψυχὴ περιττή· εἰ γὰρ περὶ σαρκὸς καὶ πνεύματος ὁ λόγος, ποῦ ἡ ψυχή; Ἆρα περὶ ἀψύχων διαλέγεται; Ὅταν γὰρ τὰ μὲν πονηρὰ τῆς σαρκὸς, τὰ δὲ χρήσιμα τοῦ πνεύματος ᾖ, περιττὴ ἡ ψυχή. Οὐδαμῶς· καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης καὶ περὶ αὐτῆς· καὶ ἐν μέσῳ κειμένης κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματικὸν αὐτὸ κατειργάσατο· ἂν δὲ ἀποστῇ μὲν τοῦ πνεύματος, ἐκδῷ δὲ αὑτὴν ταῖς πονηραῖς ἐπιθυμίαις, γεωδεστέραν αὐτὴν κατεσκεύασεν. Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς, καὶ οὐ τοιαύτης; ∆ιὰ τί δὲ καρπὸν καλεῖ τοῦ πνεύματος; Ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν 61.674 γίνεται μόνων· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν, οὕτω λέγων· Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοεργία, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ' ἑαυτῷ, καὶ διδάσκαλον ἀπηρτισμένην τῆς φιλοσοφίας τὴν ἀγάπην; Ὥσπερ γὰρ οἱ τῶν ἵππων εὐήνιοι καὶ ἀφ' ἑαυτῶν ἅπαντα πράττοντες, οὐκ ἂν δεηθεῖεν μάστιγος· οὕτω καὶ ψυχὴ κατορθοῦσα τὴν ἀρετὴν ἀπὸ πνεύματος, οὐ δεῖται τοῦ νουθετοῦντος νόμου. Πάνυ δὲ καὶ ἐνταῦθα τὸν νόμον θαυμαστικῶς ἐξέβαλεν, οὐχ ὡς φαῦλον, ἀλλ' ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος φιλοσοφίας. Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἵνα γὰρ μὴ λέγωσι· Καὶ τίς ἐστι τοιοῦτος; δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας, σάρκα πάλιν ἐνταῦθα τὰς πονηρὰς πράξεις καλῶν. Οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλον· ἐπεὶ πῶς ἔμελλον ζῇν; Τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλοῖ. Καὶ γὰρ αἱ ἐπιθυμίαι, κἂν ἐνοχλῶσι, κενὰ λυσσῶσιν· ἐπεὶ οὖν τοσαύτη τοῦ πνεύματος ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκώμεθα· ὃ καὶ αὐτὸς ἐπάγει