1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

51

πολύς ἐστι πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοῦμεν. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Πάλιν ἐνταῦθα τὴν ἀπόνοιαν κατασκοπεῖ. Ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι, πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα ἐκφέρων τὴν τοιαύτην εὐμένειαν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετ' ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ὑμῖν. Οἷον, ἐποίησάς τι καλόν; Σκόπησον μή ποτε διὰ κενοδοξίαν, μὴ δι' ἀνάγκην, μὴ πρὸς ἀπέχθειαν, μὴ ὑποκρίσει, μὴ δι' ἄλλην τινὰ αἰτίαν ἀνθρωπίνην. Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου· οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὄντας ὑπευθύνους ἐγκλημάτων. Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ταῦτα οὐ νομοθετῶν φησιν, ἀλλὰ συγκαταβαίνων· ὡς ἂν εἰ ἔλεγεν· Ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἰ δ' ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως. ∆ιὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι, καὶ μὴ κατ' ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα. Ὁ γὰρ μὴ νομίσας τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα (τοῦτο γάρ ἐστιν, Οὐκ εἰς τὸν ἕτερον), ἀλλ' αὐτὸν καθ' ἑαυτὸν ἐξετάζων ἁβρύνεται, παύσεται καὶ τοῦτο ποιῶν ὕστερον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν, ∆οκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπαγαγών· Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. ∆οκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ' ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδ' ἐφ' ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.

βʹ. Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας. Καὶ τίνος ἕνεκεν οὕτως ὁ Χριστὸς ἐνομοθέτησε; Καὶ γὰρ ἐν τῇ Καινῇ οὗτος κεῖται ὁ νόμος, ὥστε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν· καὶ ἐν τῇ Παλαιᾷ δὲ ὁμοίως πολλαὶ τοῖς Λευΐταις παρὰ τῶν ἀρχομένων ἦσαν αἱ πρόσοδοι. Τίνος οὖν ἕνεκεν ταῦτα διετάξατο; Ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προαποτιθέμενος. Ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλω[ν] αὐτοῦ τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὔνοιαν εὐκολωτέρους γίνεσθαι, γυμνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ καὶ περὶ τοὺς ἄλλους ἡμέρους εἶναι· ὅπερ καὶ ἀγάπην οὐ μικρὰν εἰργάζετο ἐν ἑκατέρῳ τῷ μέρει. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ὅπερ εἶπον, τίνος ἕνεκεν τοὺς Ἰουδαίους τοὺς ἀγνώμονας ἀπὸ τοῦ μάννα τρέφων, τοὺς ἀποστόλους εἰς τὴν τῶν προσαιτούντων κατέστησεν ἀνάγκην; οὐκ εὔδηλον ὅτι τὰ μεγάλα ἐκ τούτου κατασκευάζων ἀγαθὰ, ταπεινοφροσύνην καὶ ἀγάπην, καὶ ὥστε τοὺς μαθητευομένους μὴ αἰσχύνεσθαι ἐπὶ τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι; Τὸ γὰρ ἐπαιτεῖν, αἰσχύνης εἶναι δοκεῖ· ἀλλ' οὐκ ἐδόκει λοιπὸν, τῶν διδασκάλων αὐτὸ μετιόντων μετὰ παῤῥησίας ἁπάσης· ὥστε οὐ μικρὰ κἀντεῦθεν ἐκέρδαινον οἱ μαθηταὶ, πάσης δόξης παιδευόμενοι διὰ τούτων ὑπερορᾷν. ∆ιὰ τοῦτό φησι· Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Τουτέστι, πᾶσαν ἐπιδεικνύσθω περὶ αὐτὸν δαψίλειαν· τοῦτο γὰρ αἰνιττόμενος ἔλεγεν· Ἐν πᾶσιν ἀγαθοῖς.