1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

55

διατηροῦντές εἰσιν, οἱ τῶν παλαιῶν ἀπεχόμενοι, καὶ τὰ τῆς χάριτος διώκοντες. Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδ' ὡς περικακήσας ταῦτα φθέγγεται· ὁ γὰρ πάντα καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν μαθητῶν αἱρούμενος, πῶς ἂν ἐξελύθη καὶ ἀνέπεσε νῦν; ὁ λέγων· Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ὁ λέγων· Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν; Ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβάλλων, καὶ πηγνὺς τοὺς παρ' αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν ἀεὶ κινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ σώματί μου βαστάζω. Οὐκ εἶπεν, Ἔχω, ἀλλὰ, Βαστάζω, ὥσπερ τις ἐπὶ τροπαίοις μέγα φρονῶν, ἢ σημείοις βασιλικοῖς· εἰ καὶ τοῦτο πάλιν ὄνειδος εἶναι δοκεῖ. Ἀλλ' οὗτος ἐπὶ τοῖς τραύμασιν ἐναβρύνεται· καὶ καθάπερ οἱ σημειοφόροι τῶν στρατιωτῶν, οὕτω καὶ οὗτος ἀγαλλιάζεται τραύματα περιφέρων. ∆ιὰ τί δὲ τοῦτο λέγει; Παντὸς λόγου, πάσης φωνῆς λαμπρότερον διὰ τούτων ἀπολογοῦμαι, φησί. Ταῦτα γὰρ φωνὴν σάλπιγγος ὑψηλοτέραν ἀφίησι πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειάν τι λέγειν. Οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ᾑμαγμένον ἐξελθόντα, καὶ μυρία τραύματα ἔχοντα, δειλίας τι κρίνειν αὐτὸν καὶ προδοσίας ἠνείχετο, ἐπὶ τοῦ σώματος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. Καὶ ἐπ' ἐμοῦ τοίνυν οὕτω ψηφίζεσθαι δεῖ, φησί. Καὶ εἴ τις ἀκοῦσαι βούλεται τῆς ἐμῆς ἀπολογίας, καὶ τὴν γνώμην μου καταμαθεῖν, βλεπέτω τὰ τραύματα, τῶν ῥημάτων τούτων καὶ τῶν γραμμάτων πλείονα παρεχόμενα τὴν ἀπόδειξιν. Ἀρχόμενος μὲν τῆς Ἐπιστολῆς, ἀπὸ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώμην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι μετέστη μὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέμεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔμεινε μάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς. Εἶτα ἀπολογησάμενος διὰ πάντων σαφῶς, καὶ δείξας, ὡς οὐδὲν εἶπε τῶν εἰρημένων θυμῷ καὶ ἀπεχθείᾳ, ἀλλ' ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺς φιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν μυρίων γέμουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν. Τῷ ἐσχάτῳ ῥήματι τούτῳ πάντα τὰ ἔμπροσθεν ἐπεσφράγισεν. Οὐ γὰρ ἁπλῶς, Μεθ' ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, Μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι' ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς πλάνης ἀπαγαγεῖν. Τό τε γὰρ Πνεῦμα λαβεῖν, οὐ τῆς νομικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας, οὐκ ἀπὸ τῆς περιτομῆς, ἀλλ' ἀπὸ τῆς χάριτος ἐγένετο πάλιν. ∆ιὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε, καὶ χάριτος καὶ πνεύματος ἀναμνήσας, ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν, καὶ διπλῷ 61.681 τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ, καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γινομένη. Ἥ τε γὰρ διδασκαλία ἀναμιμνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν ἀγαθῶν, μᾶλλον κατέσχεν ἐν τοῖς τῆς Ἐκκλησίας δόγμα 61.682 σιν· ἥ τε εὐχὴ καλοῦσα τὴν χάριν, καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ πνεῦμα αὐτῶν ἀπαναστῆναι. Τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα, ὥσπερ κόνις, ἀπεσοβεῖτο τῶν τοιούτων δογμάτων ἡ ἀπάτη, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.