1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

15

καὶ Θεὸν, καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τῷ περὶ τῆς αἰωνίου ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ, Ἐποίησε, τὸ, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τέθεικε. Πρός τε Ἀρειανοὺς τοῦτό τε αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσμα, δοῦλος. Πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνιστὰς, ὅτι ἡ θεότης οὐ χρίεται, ἀλλ' ἡ ἀνθρωπότης. Εἶτα, Παρὰ τοὺς μετόχους σου, φησί. Τίνες δέ εἰσιν οἱ μέτοχοι, ἀλλ' ἢ οἱ ἄνθρωποι; Τουτέστι, τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός. βʹ. Ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν περὶ τῆς οἰκονομίας λόγον; Τί τούτου σαφέστερον; Εἶδες πῶς οὐκ ἔστι τὸ αὐτὸ, κτίσμα καὶ γέννημα; οὐ γὰρ ἂν διεῖλε, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ, Ἐποίησεν, ἐπήγαγε τὸ, Πρὸς δὲ τὸν Υἱὸν εἶπεν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· οὐδ' ἂν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἦν σημεῖον. Ποῖον γὰρ τὸ διάφορον; εἰ γὰρ τὸ κτίσμα καὶ γέννημα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον; Ἰδοὺ πάλιν τὸ, ὁ Θεὸς, μετὰ τοῦ ἄρθρου. Καὶ πάλιν φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἵνα μὴ ἀκούσας· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων· Κατ' ἀρχάς· οὐχὶ νῦν, ἀλλ' ἄνωθεν. Ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα Παῦλον καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον, ἃ περὶ τοῦ Πατρός ἐστι, ταῦτα ἁρμόσας τῷ Υἱῷ. Μετὰ δὲ τούτου καί τι ἄλλο πάρεργον ᾐνίξατο, καὶ μεῖζον τούτου· καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων· Ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον. Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν· Ἑλίξεις. Ὥσπερ γὰρ ἂν εἴ τις περιβόλαιον ἑλίξῃ, οὕτως αὐτὸς τὸν κόσμον καὶ ἑλίξει καὶ ἀλλάξει. Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον μετασχημάτισιν καὶ δημιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο; Μέχρι τίνος οὐκ αἰσχύνεσθε; Ἅμα δὲ καὶ παραμυθία μεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς δὲ μένει διαπαντὸς ζῶν, καὶ ἀπείρως ζῶν· Καὶ τὰ ἔτη σου, φησὶν, οὐκ ἐκλείψουσι. Τίνι δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Ἰδοὺ πάλιν αὐτοὺς παραθαῤῥύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι, καὶ ἐχθροὶ αὐτῶν οἱ αὐτοί εἰσιν, οἳ καὶ τοῦ Χριστοῦ. Τοῦτο πάλιν βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας, τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων· τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιό 63.30 τητος τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. Ὁ γὰρ ὀργιζόμενος ὑπὲρ αὐτοῦ, πῶς ἀλλότριος αὐτοῦ ἐστιν; Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου. Ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ φησιν· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Καὶ πάλιν αὐτός φησι· Τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς. Ὅτι γὰρ αὐτοῦ ἐστι τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πάλιν, Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ πάλιν, Ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Ἄλλως δὲ, ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν. Ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ, Ἕως ἂν