1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

24

τὸ ἐξ ἑνὸς εἶναι. Εἶτα πάλιν ἀσφαλιζόμενος, καὶ δεικνὺς ὅτι τὸ κατὰ σάρκα φησὶν, ἐπήγαγε τὸ, Ὁ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι. Ὁρᾷς ὅσον τὸ μέσον; ὁ μὲν γὰρ ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Καὶ ἀνωτέρω τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν ἔφη. Εἰς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα. ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ὁρᾷς πῶς πάλιν δείκνυσι τὴν ὑπεροχήν; Τῷ γὰρ εἰπεῖν· Οὐκ 63.41 ἐπαισχύνεται, δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ μὴ ἐπαισχυνομένου τὸ πᾶν ὂν, καὶ τῆς ταπεινοφροσύνης τῆς πολλῆς. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ' ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Πολὺ δὲ τὸ μέσον· καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς, ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ· ἡμεῖς δὲ ὡς κτίσμα, τουτέστιν, ἐξ οὐκ ὄντων. Ὥστε πολὺ τὸ μέσον. ∆ιό φησιν· Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Τὴν γὰρ σάρκα ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα καὶ συνεισῆλθεν ὁμοῦ τῇ σαρκὶ καὶ ἡ ἀδελφότης. Ἀλλὰ τοῦτο μὲν εἰκότως παράγει· τὸ δὲ, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ, τί βούλεται; Καὶ τὸ μετὰ ταῦτα δὲ εἰκότως· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν· Ἀπαγγελῶ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· καὶ πάλιν τὴν ὑπεροχὴν δείκνυσι, καὶ πολὺ τὸ μέσον, διὰ τῶν ἑξῆς· Ἐπεὶ οὖν τὰ παιδία, φησὶ, κεκοινώνηκεν αἵματος καὶ σαρκός. δʹ. Ὁρᾷς ποῦ, φησὶ, τὸ ὅμοιον; κατὰ τὴν σάρκα. Παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ, ἐγκαλυπτέσθωσαν οἱ δοκήσει λέγοντες αὐτὸν παραγενέσθαι, καὶ οὐκ ἀληθείᾳ. Οὐ γὰρ εἶπεν, ὅτι Μετέσχε τούτων, μόνον, καὶ ἐσίγησε· καίτοι καὶ εἰ οὕτως εἶπεν, ἱκανὸν ἦν· ἀλλ' ἕτερόν τι μεῖζον ἐνέφηνε, τὸ, Παραπλησίως, προσθείς. Οὐ φαντασίᾳ οὐδὲ εἰκόνι, φησὶν, ἀλλ' ἀληθείᾳ· ἐπεὶ τὸ, Παραπλησίως, οὐ σώζεται. Εἶτα δείξας τὴν ἀδελφότητα, καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας· Ὅπως διὰ τοῦ θανάτου, φησὶ, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, τὸν διάβολον. Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι' οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουμένης, ὁ θάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Χριστός· καὶ τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος ἐμφαίνει. Ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; Καὶ ἀπαλλάξῃ, φησὶ, τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Τίνος ἕνεκεν φρίττετε, φησὶ, τί δεδοίκατε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται, εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. Τί δέ ἐστιν, Ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας; τί τοῦτο, φησίν; Ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἢ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἢ, [εἰ μὴ τοῦτο,] ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι. Ἀεὶ γὰρ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεμιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς· τοῦτο γὰρ ᾐνίξατο εἰπών· ∆ιὰ παντὸς τοῦ ζῇν. ∆είκνυσιν ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς διωκομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἁπάντων ἀποστερουμένους, ἥδιον διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων τῶν ἐν τρυφῇ τὸ πάλαι τυγχανόντων, τῶν μηδὲν τοιούτων παθόντων, τῶν εὐθηνουμένων· εἴ γε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῇν ὑπὸ τῷ φόβῳ τούτῳ 63.42 ἦσαν καὶ δοῦλοι, αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο, ὅπερ ἐκεῖνοι πεφρίκασιν. Ὥσπερ γὰρ εἴ τις δεσμώτην μέλλοντα τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ ἀεὶ τοῦτο προσδοκῶντα, λιπαίνοι πολλῇ τῇ τρυφῇ· τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος. Νῦν δὲ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις τὸν φόβον ἐκεῖνον ἐκβαλὼν, μετὰ τῆς τρυφῆς ἀθλεῖν προτρέποι, καὶ τὸν ἀγῶνα προτιθεὶς, ἐπαγγέλοιτο μηκέτι εἰς θάνατον, ἀλλ' εἰς βασιλείαν ἀγαγεῖν. Τίνων οὖν ἠθέλησας σὺ γενέσθαι, τῶν ἐν τῷ δεσμωτηρίῳ λιπαινομένων μετὰ τοῦ καθ' ἑκάστην ἡμέραν τὴν ἀπόφασιν προσδοκᾷν, ἢ τῶν