1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

27

ἐκείνας δὲ ὡς ἐκείναις προσῆκόν ἐστιν. Εἰ δέ τις ἀπαυθαδιαζόμενος καταφρονεῖ, ἀκουέτω τοῦ Χριστοῦ λέγοντος καὶ νῦν· Ἐὰν ὁ ἀδελφός σου ἁμαρτήσῃ εἰς σὲ, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· εἰ δὲ μὴ πείθοιτο, παράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ δύο· εἰ δὲ καὶ οὕτως ἀντιλέγοι, εἰπὲ τῇ Ἐκκλησίᾳ· εἰ δὲ καὶ τῆς Ἐκκλησίας παρακούσειεν, ἔστω σοι ὡς ὁ ἐθνι 63.45 κὸς καὶ ὁ τελώνης. Εἰ δὲ τὸν εἰς ἐμὲ ἁμαρτάνοντα, ἐπειδὰν μὴ πείθοιτο, οὕτως ἀποστρέφεσθαι κελεύει· τὸν εἰς ἑαυτὸν ἁμαρτάνοντα· καὶ εἰς τὸν Θεὸν πῶς ἔχειν ὀφείλω, ὑμεῖς κρίνατε· ὑμεῖς γὰρ ἡμῶν καταγινώσκετε οὐ μαλακῶς προσφερομένων ἡμῖν. Εἰ δέ τις καταφρονεῖ τῶν δεσμῶν τῶν παρ' ἡμῶν, πάλιν αὐτὸν ὁ Χριστὸς παιδευέτω λέγων. Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Εἰ γὰρ καὶ ἡμεῖς ταλαίπωροι καὶ οὐδαμινοὶ καὶ τοῦ καταφρονεῖσθαι ἄξιοι, ὥσπερ οὖν καὶ ἄξιοι, ἀλλ' οὐχ ἑαυτοὺς ἐκδικοῦμεν, οὐδὲ ὀργὴν ἀμυνόμεθα, ἀλλὰ τῆς ὑμετέρας σωτηρίας φροντίζομεν. Αἰδέσθητε, παρακαλῶ, καὶ ἐντράπητε· εἰ γὰρ φίλον τις φέρει, σφοδρότερον τοῦ δέοντος ἐπιφερόμενον, τὸν σκοπὸν ἐξετάζων, καὶ ὅτι εὐνοϊκῶς, ἀλλ' οὐκ ἀλαζονευόμενος τοῦτο ποιεῖ· πολλῷ μᾶλλον διδάσκαλον ἐπιπλήττοντα, καὶ διδάσκαλον οὐδὲ αὐτὸν ἐξ αὐθεντίας ταῦτα λέγοντα, οὐδὲ ὡς ἐν τάξει ἄρχοντος, ἀλλ' ὡς ἐν τάξει κηδεμόνος. Οὐ γὰρ ἐξουσίαν ἐπιδείξασθαι βουλόμενοι, ταῦτα λέγομεν· Πῶς γὰρ οἱ μηδὲ εἰς πεῖραν αὐτῶν ἐλθεῖν εὐχόμενοι; ἀλλ' ὑπὲρ ὑμῶν ἀλγοῦντες καὶ κοπτόμενοι. Σύγγνωτε δὴ, καὶ μηδεὶς καταφρονείτω τῶν δεσμῶν τῶν ἐκκλησιαστικῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ δεσμῶν, ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐξουσίαν ταύτην ἡμῖν δεδωκὼς, καὶ κυρίους ποιῶν ἀνθρώπους τῆς τοσαύτης τιμῆς. Ἡμεῖς μὲν γὰρ εἰς τὸ λύειν βουλόμεθα κατακεχρῆσθαι τῇ ἐξουσίᾳ· μᾶλλον δὲ οὐδὲ τούτου, ἀνάγκην ἔχειν βουλόμεθα· οὐδένα γὰρ βουλόμεθα εἶναι δεσμώτην παρ' ἡμῖν· οὐχ οὕτως ἐσμὲν ἄθλιοι καὶ ταλαίπωροι, εἰ καὶ σφόδρα οὐδαμινοί τινές ἐσμεν. Εἰ δὲ ἀναγκασθείημεν, σύγγνωτε· οὐ γὰρ ἑκόντες οὐδὲ βουλόμενοι, ἀλλὰ μᾶλλον ὑμῶν τῶν δεδεμένων ἀλγοῦντες, τὰ δεσμὰ περιβάλλομεν. Εἰ δέ τις καταφρονοίη τούτων, ἐπιστή 63.46 σεται ὁ τῆς κρίσεως καιρὸς ὁ διδάσκων αὐτόν. Τὸ δὲ λοιπὸν οὐ βούλομαι εἰπεῖν, ἵνα μὴ πλήξω τὴν διάνοιαν ὑμῶν. Ἡμεῖς μὲν γὰρ πρῶτον μὲν εὐχόμεθα εἰς ἀνάγκην μὴ ἐλθεῖν· εἰ δὲ ἔλθοιμεν, τὸ ἑαυτῶν πληροῦμεν, περιβάλλομεν τὰ δεσμά. Εἰ δέ τις διαῤῥήξειε ταῦτα, ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ ἀνεύθυνός εἰμι λοιπὸν, ὁ δὲ λόγος ἔσται σοι πρὸς τὸν ἐμοὶ κελεύσαντα δῆσαι. Οὐδὲ γὰρ εἰ, βασιλέως προκαθημένου, τῶν δορυφόρων τῶν παρεστώτων τις ἐκελεύσθη δῆσαί τινα τῶν ἐν τῇ τάξει καὶ τὰ δεσμὰ περιβαλεῖν, ἐκεῖνος δὲ οὐ μόνον ἀπώσαιτο τοῦτον, ἀλλὰ καὶ συντρίψειε τὰ δεσμὰ, ὁ δορυφόρος ἐστὶν ὁ τὴν ὕβριν πεπονθὼς, ἀλλ' ὁ βασιλεὺς πολλῷ μᾶλλον ὁ κελεύσας. Εἰ γὰρ τὰ εἰς τοὺς πιστοὺς γινόμενα αὐτὸς οἰκειοῦται, ὅταν τοὺς εἰς τὸ διδάσκειν τεταγμένους ὑβρίζητε, πολλῷ μᾶλλον ὡς αὐτὸς ὑβριζόμενος διακείσεται. Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐπὶ τῆς ἐκκλησίας ταύτης εἰς ἀνάγκην τῶν δεσμῶν τούτων ἐλθεῖν. Ὥσπερ γὰρ τὸ μὴ ἁμαρτάνειν καλόν· οὕτω τὸ φέρειν ἐπιτίμησιν χρήσιμον. Φέρωμεν τοίνυν τὴν ἐπίπληξιν, καὶ σπουδάζωμεν τὸ μὴ ἁμαρτάνειν· εἰ δὲ ἁμάρτοιμεν, φέρωμεν τὴν ἐπιτίμησιν. Ὥσπερ γὰρ καλὸν μὲν τὸ μὴ πλήττεσθαι, εἰ δὲ τοῦτο γένοιτο, τὸ φάρμακον ἐπιτεθῆναι τῇ πληγῇ χρήσιμον· οὕτω καὶ ἐνταῦθα. Ἀλλὰ μὴ γένοιτό τινα τῶν τοιούτων δεηθῆναι φαρμάκων· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Σφοδρότερον δὲ διελέχθημεν ὑπὲρ πλείονος ἀσφαλείας. Βέλτιον γὰρ ἐμὲ θρασύν τινα καὶ ἀπηνῆ καὶ αὐθάδη ὑποπτεύεσθαι παρ' ὑμῶν, ἢ ὑμᾶς τὰ τῷ Θεῷ μὴ δοκοῦντα ποιεῖν. Πιστεύομεν δὲ τῷ Θεῷ, ὅτι οὐκ ἀνόνητος ὑμῖν αὕτη ἡ ἐπιτίμησις ἔσται, ἀλλ' οὕτω μεταβληθήσεσθε, ὡς τούτους τοὺς λόγους εἰς τὰ ὑμέτερα ἐγκώμια ἀναλίσκεσθαι, καὶ εἰς τοὺς ἐπαίνους. Γένοιτο δὲ ὑμᾶς βιοῦν κατὰ τὸ δοκοῦν τῷ Θεῷ, ἵνα καταξιωθῶμεν ἅπαντες τυχεῖν