1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

48

ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν. Ὥστε οὐκ ἔδει τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς, καὶ ὅτι ἔθυσε, καὶ ἐδεήθη μετὰ κραυγῆς καὶ ἱκετηρίας. Ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται· ἀλλ' ἐκείνους τότε ἔτρεφεν, οὐδαμοῦ προσιστάμενα αὐτοῖς. Ἄρα οὖν ἀληθὴς τροφὴ τὰ λόγια τοῦ Θεοῦ, τρέφουσα τὴν ψυχήν. Ὅτι δὲ ὁ λόγος τροφὴ, δῆλον ἐκεῖθεν· ∆ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὐκ εἶπεν, Ἔθρεψα, δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτον τροφὴ, ἀλλ' ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ' ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται· οὕτω καὶ ἐνταῦθα. Καὶ οὐκ εἶπε, Χρείαν ἔχετε, ἀλλὰ, Γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς· τουτέστιν, Ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε, εἰς ταύτην τὴν χρείαν. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τί ἐστιν ὁ λόγος τῆς δικαιοσύνης; Ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι· ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων. Τοῦτο καὶ αὐτός φησιν· Ἄπειρος λόγου δικαιοσύνης· τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον. Ἢ καὶ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. Ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. Ἐπὶ δὲ τῶν Γαλατῶν καὶ ἐθαύμασε καὶ ἠπόρησεν· ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστίν· ὡς οὐκ ἂν προσδοκήσαντός ποτε τοῦτο γενέσθαι. Τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. Ὁρᾷς νηπιότητα ἑτέραν οὖσαν; ὁρᾷς τελειότητα ἑτέραν; Γενώμεθα τέλειοι τοίνυν ταύτην τὴν τελειότητα· ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους. 63.73 πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα· οὐ γάρ ἐστι φύσεως, ἀλλ' ἀρετῆς. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Τί δαί; οὐκ εἶχον τὰ αἰσθητήρια γεγυμνασμένα ἐκεῖνοι, οὐδὲ ᾔδεισαν τί καλὸν καὶ κακόν; Νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ, Πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον· ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν, διεφθαρμένων τε καὶ ταπεινῶν. Τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν· πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόμα, καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ· ἀλλ' οὐ τὸ τέλειον τοιοῦτον. Τοιοῦτοί εἰσιν οἱ πᾶσιν ἁπλῶς προσέχοντες, καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίμοις. Καὶ τούτους αἰτιᾶται, ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Τοῦτό ἐστι, Πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγους. δʹ. Καὶ ἡμεῖς τοίνυν τοῦτο μάθωμεν, καὶ μὴ, ἐὰν ἀκούσῃς, ὅτι οὐκ ἔστιν Ἕλλην, οὐδὲ Ἰουδαῖος, εὐθέως Χριστιανὸν εἶναι νομίσῃς, ἀλλ' ἐξέτασον καὶ τὰ ἄλλα ἅπαντα· ἐπεὶ καὶ Μανιχαῖοι καὶ πᾶσαι αἱρέσεις τοῦτο ὑπέδυσαν τὸ προσωπεῖον, πρὸς τὸ οὕτως ἀπατᾷν τοὺς ἀφελεστέρους· ἀλλ' ἐὰν ἔχωμεν τὰ αἰσθητήρια τῆς ψυχῆς γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, δυνησόμεθα τοὺς τοιούτους διακρίνειν. Πῶς δὲ γεγυμνασμένα γίνεται ἡμῶν τὰ αἰσθητήρια; Ἀπὸ τῆς συνεχοῦς ἀκροάσεως, ἀπὸ τῆς τῶν Γραφῶν ἐμπειρίας. Ὅταν γὰρ προθῶμεν αὐτῶν τὴν πλάνην, καὶ σήμερον ἀκούσῃς καὶ αὔριον, καὶ δοκιμάσῃς μὴ καλῶς ἔχειν, τὸ πᾶν ἔμαθες, τὸ πᾶν ἔγνως· κἂν σήμερον μὴ καταλάβῃς, αὔριον καταλήψῃ· Τῶν τὰ αἰσθητήρια, φησὶ, γεγυμνασμένα ἐχόντων. Ὁρᾷς ὅτι χρὴ γυμνάζειν ἡμῶν τὴν ἀκοὴν ταῖς ἀκροάσεσι ταῖς θείαις, ὥστε μὴ ξενοφωνεῖσθαι; Γεγυμνασμένα, φησὶ, πρὸς διάκρισιν· τουτέστιν, ἔμπειρον εἶναι. Ὁ μὲν λέγει μὴ εἶναι