1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

54

ἐνεπιστεύθης τὰ ἐκεῖ πάλιν; δʹ. Τί οὖν; οὐκ ἔστι μετάνοια, φησίν; Ἔστι μετάνοια, ἀλλὰ βάπτισμα οὐκ ἔστι δεύτερον. Μετάνοια δὲ ἔστι πολλὴν ἔχουσα τὴν ἰσχὺν, καὶ τὸν σφόδρα τοῖς ἁμαρτήμασι βεβαπτισμένον, εἰ βουληθείη, δυναμένη ἀπαλλάξαι τοῦ τῶν ἁμαρτημάτων φορτίου, καὶ τὸν κινδυνεύοντα καταστῆσαι ἐν ἀσφαλείᾳ, κἂν πρὸς αὐτὸν ἔλθῃ τῆς κακίας τὸν πυθμένα. Καὶ τοῦτο πολλαχόθεν δυνατὸν ἀποδεῖξαι. Μὴ ὁ πίπτων γὰρ, φησὶν, οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἔστιν, ἐὰν βουλώμεθα, μορφωθῆναι τὸν Χριστὸν ἐν ἡμῖν πάλιν· ἄκουε γὰρ Παύλου λέγοντος, Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· μόνον ἁψώμεθα τῆς μετανοίας. Ὅρα γὰρ Θεοῦ φιλανθρωπίαν· ἔδει ἡμᾶς παντὶ τρόπῳ κολασθῆναι παρὰ τὴν ἀρχὴν, ὅτι καὶ νόμον λαβόντες τὸν φυσικὸν καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν, τόν τε ∆εσπότην ἠγνοήκαμεν, καὶ βίον ἀκάθαρτον βεβιώκαμεν· ὁ δὲ οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλὰ καὶ μυρίων μετέδωκεν ἀγαθῶν, ὡς ἂν εἰ μεγάλα κατωρθωκότες ἦμεν. Πάλιν ἐξεπέσομεν, καὶ οὐδὲ οὕτω κολάζει, ἀλλ' ἔδωκε τὸ τῆς μετανοίας φάρμακον, πάντα ἡμῶν τὰ ἁμαρτήματα ἱκανὸν ἀφανίσαι καὶ ἀπαλεῖψαι, μόνον ἐὰν εἰδῶμεν τὸ φάρμακον ὁποῖόν ἐστι, καὶ πῶς αὐτὸ ἐπιτιθέναι δεῖ. Ποῖον οὖν ἐστι τὸ φάρμακον τῆς μετανοίας, καὶ πῶς αὐτὸ κατασκευάζεται; Πρῶτον, ἀπὸ καταγνώσεως τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἀπὸ ἐξαγορεύσεως. Τὴν ἀνομίαν γάρ μου, φησὶν, ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καὶ πάλιν· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. ∆εύτερον, ἀπὸ ταπεινοφροσύνης πολλῆς· ὥσπερ γὰρ σειρά τίς ἐστι χρυσῆ, κἂν ἀρχὴν λάβῃ, πάντα ἕπεται. Ἐὰν γὰρ ὁμολογή 63.81 σῃς τὴν ἁμαρτίαν ὡς ὁμολογῆσαι χρὴ, ταπεινοῦται ἡ ψυχή· τὸ γὰρ συνειδὸς αὐτὴν συστρέφον, κατεστάλθαι ποιεῖ. ∆εῖ δὲ καὶ ἕτερα προσεῖναι τῇ ταπεινοφροσύνῃ, ἵνα τοιαύτη ᾖ οἵαν ὁ μακάριος ∆αυῒδ ηὔχετο λέγων· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τὸ γὰρ συντριβὲν οὐ διανίσταται, οὐ πλήττει, ἀλλὰ πρὸς τὸ παθεῖν κακῶς ἐστὶν ἕτοιμον, αὐτὸ δὲ οὐ διανίσταται. Τοιοῦτόν ἐστι συντριβὴ καρδίας· κἂν ὑβρισθῇ, κἂν πάθῃ κακῶς, ἡσυχάζει, καὶ οὐχ ὁρμᾷ πρὸς ἄμυναν. Μετὰ δὲ τὴν ταπεινοφροσύνην, εὐχῶν δεῖ ἐκτενῶν, δακρύων πολλῶν, τῶν ἐν ἡμέρᾳ, τῶν ἐν νυκτί· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δὲ δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· καὶ πάλιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ μετὰ τὴν εὐχὴν τὴν οὕτως ἐκτενῆ, ἐλεημοσύνης δεῖ πολλῆς. Τὸ γὰρ μάλιστα ἰσχυρὸν ἐργαζόμενον τὸ φάρμακον τῆς μετανοίας, τοῦτό ἐστι. Καὶ καθάπερ ἐπὶ τῶν ἰατρικῶν βοηθημάτων ἔστι φάρμακον πολλὰς μὲν λαμβάνον βοτάνας, μίαν δὲ τὴν κυριωτάτην· οὕτω καὶ ἐπὶ τῆς μετανοίας αὕτη ἡ βοτάνη κυριωτέρα, καὶ τὸ πᾶν αὕτη γένοιτο ἄν. Ἄκουε γὰρ τί φησιν ἡ θεία Γραφή· ∆ότε ἐλεημοσύνην, καὶ πάντα ἔσται καθαρά· καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· καὶ πάλιν· Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη καταπαύσει ἁμαρτίας μεγάλας. Εἶτα τὸ μὴ ὀργίζεσθαι, μηδὲ μνησικακεῖν, τὸ πᾶσιν ἀφιέναι τὰ ἁμαρτήματα· Ἄνθρωπος γὰρ ἀνθρώπῳ συντηρεῖ ὀργὴν, φησὶ, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν. Ἄφετε, ἵνα ἀφεθῇ ὑμῖν. Καὶ τὸ ἐπιστρέφειν ἀδελφοὺς ἀπὸ τῆς πλάνης· Πορεύου γὰρ, φησὶ, καὶ ἐπίστρεφε τοὺς ἀδελφούς σου, ἵνα ἀφεθῶσί σοι αἱ ἁμαρτίαι σου· τὸ πρὸς τοὺς ἱερεῖς ἔχειν οἰκείως. Κἂν γὰρ ἁμαρτίας ᾖ, φησὶ, πεποιηκώς τις, ἀφεθήσεται αὐτῷ· τὸ προΐστασθαι τῶν ἀδικουμένων, τὸ μὴ ἔχειν ὀργὴν, τὸ πάντα πράως φέρειν. εʹ. Ἆρα πρὸ μὲν τοῦ μαθεῖν ὅτι ἔστι διὰ μετανοίας ἀπολούσασθαι τὰ ἁμαρτήματα, οὐκ ἐναγώνιοι ἦτε, γνόντες ὅτι οὐκ ἔστιν ἕτερον λουτρὸν, καὶ ἀπεγινώσκετε ἑαυτῶν; Νυνὶ δὲ μαθόντες δι' ὅσων ἡ μετάνοια καὶ ἡ ἄφεσις κατορθοῦται, καὶ ὅτι