1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

56

Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολ λάκις ὑετὸν, καὶ τίκτουσα

βοτάνην εὔθε τον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμ βάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν. αʹ. Μετὰ φόβου τῶν λογίων ἀκούωμεν τοῦ Θεοῦ, μετὰ φόβου καὶ τρόμου πολλοῦ· ∆ουλεύσατε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Εἰ δὲ καὶ ἡ χαρὰ ἡμῶν, καὶ ἡ ἀγαλλίασις μετὰ τρόμου ὀφείλει γίνεσθαι, ὅταν καὶ φοβερὰ ᾖ τὰ λεγόμενα, οἷα τὰ νῦν, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας, μὴ μετὰ φρίκης ἐπακούοντες τῶν λεγομένων; Εἰπὼν ὅτι ἀδύνατον τοὺς παραπεσόντας βαπτισθῆναι δεύτερον, καὶ τὴν διὰ τοῦ λουτροῦ ἄφεσιν πάλιν λαβεῖν, καὶ δείξας τὸ φρικτὸν τοῦ πράγματος, ἐπάγει· Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος, καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν. Φοβηθῶμεν οὖν, ἀγαπητοί· οὐκ ἔστι Παύλου αὕτη ἡ ἀπειλὴ, οὐκ ἔστιν ἀνθρώπου τὰ ῥήματα· τοῦ Πνεύματός εἰσι τοῦ ἁγίου, τοῦ Χριστοῦ τοῦ λαλοῦντος ἐν αὐτῷ. Ἆρα τίς ἐστιν ὁ τούτων τῶν ἀκανθῶν καθαρός; Εἰ δὲ καὶ ἦμεν καθαροὶ, οὐδὲ οὕτω θαῤῥεῖν ἐχρῆν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν μήποτε ἄκανθαι βλαστήσωσιν ἐν ἡμῖν· ὅταν δὲ ὅλοι δι' ὅλου ἄκανθαι ὦμεν καὶ τρίβολοι, πόθεν θαῤῥοῦμεν, εἰπέ μοι, καὶ ὕπτιοι γινόμεθα; τί τὸ ποιοῦν ἡμᾶς ῥᾳθυμεῖν; Εἰ ὁ δοκῶν ἑστάναι, ὀφείλει δεδοικέναι μὴ πέσῃ· Ὁ δοκῶν γὰρ ἑστάναι, φησὶ, βλεπέτω μὴ πέσῃ· ὁ πεσὼν πῶς ὀφείλει μεριμνᾷν ὥστε ἀναστῆναι; Εἰ Παῦλος φοβεῖται μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται, καὶ δέδοικε τὸ μὴ γενέσθαι ἀδόκιμος, ὁ οὕτω δόκιμος· ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν ἀπολογίαν καὶ συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ' ὡς συνήθειαν, οὕτω πληροῦντες τὸν Χριστιανισμὸν, καὶ ἀφοσιούμενοι; Φοβηθῶμεν τοίνυν, ἀγαπητοί· Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ· φοβηθῶμεν· ἀποκαλύπτεται γὰρ οὐκ ἐπ' ἀσέβειαν μόνον, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἀδικίαν, καὶ μικρὰν καὶ μεγάλην. Ἐνταῦθα τοῦ Θεοῦ τὸ φιλάνθρωπον αἰνίττεται. Ὑετὸν δὲ τὴν διδασκαλίαν φησί· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, τοῦτο καὶ ἐνταῦθά φησι. Καὶ πολλαχοῦ ὑετὸν τὴν διδασκαλίαν ἡ Γραφὴ λέγει· Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· περὶ τοῦ ἀμπελῶνος λέγουσα· ὅπερ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ. Καὶ πάλιν· 63.84 Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ἔτυχον, καὶ οὐδὲ οὕτως ἀπώναντο. Εἰ μὲν γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτον τὸ κακόν· Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; Ἔμεινα γὰρ, φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ὁρᾷς ὅτι πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα; Καὶ γὰρ καὶ ὁ ∆αυΐδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν, ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Οὐ γὰρ ἁπλῶς ἐπέρχεται, ἀλλ' ἐμπήγνυται· κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ ὁμοίως, καθάπερ ἐπὶ τῆς ἀκάνθης· καὶ τί