1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

58

τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, καὶ τῆς τῶν ἑκάστῳ βεβιωμένων κατ' ἀξίαν παρ' αὐτοῦ ἀνταποδόσεως, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός. Ὥστε συνηνάγκασεν αὐτοὺς πάντως προσδοκᾷν ἐκεῖνα τὰ μέλλοντα. Τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα, ἀπὸ τῶν μελλόντων ἀναῤῥῶσαι δυνήσεταί τις· ὡς καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε; καὶ πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Ὥσπερ δὲ ἐνταῦθα μετὰ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων· Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· οὕτω καὶ ἐκεῖ· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Μετ' ἐκπλήξεως τὸ 63.86 ἐγκώμιον· περὶ γὰρ μεγάλων, ὅταν ἐκπέσωσι, θαυμάζομεν. Ὁρᾷς ἐγκεκρυμμένον τὸν ἔπαινον τῇ κατηγορίᾳ καὶ τῇ διαβολῇ; Καὶ οὐ περὶ ἑαυτοῦ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ περὶ πάντων· οὐ γὰρ εἶπε, Πέπεισμαι, ἀλλὰ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείττονα· τουτέστι, τὰ χρηστά. Ἤτοι περὶ πολιτείας, ἢ περὶ ἀντιδόσεως ταῦτά φησιν. Εἶτα εἰπὼν ἀνωτέρω, ὅτι Ἀδόκιμος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, ἵνα μὴ δόξῃ περὶ αὐτῶν τοῦτο λέγειν, ἐπήγαγεν εὐθέως τὸ, Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης· δηλῶν, ὅτι εἰ καὶ οὕτω λαλοῦμεν, οὐ πάντως περὶ ὑμῶν τοῦτο λέγομεν. Καὶ εἰ περὶ ἡμῶν οὐ λέγεις, τί δήποτε καθάπτῃ νωθροὺς καλῶν, καὶ μεμνημένος ἀκανθῶν ἐκφοβεῖς; Ἐπειδὴ ἐπιθυμοῦμεν, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. γʹ. Ἐπιθυμοῦμεν, φησίν· οὐκ ἄρα μέχρι ῥημάτων τοῦτο βουλόμεθα μόνον. Ἀλλὰ τί ἐπιθυμεῖς, εἰπέ. Ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι· οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ' ὑπὲρ τῶν μελλόντων δεδοικότες. Καὶ οὐκ εἶπεν, ὅτι Οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, ἀλλὰ τῶν παρόντων· ἐξελύθητε γὰρ, ῥᾳθυμότεροι γεγόνατε. Ἀλλ' ὅρα πῶς προσηνῶς ἐνέφηνε, καὶ οὐκ ἔπληξε. Τί γάρ φησιν; Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν σπουδὴν ἐνδείκνυσθαι ἄχρι τέλους. Τοῦτο γὰρ τὸ θαυμαστόν ἐστι τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν, ὅτι καθυφῆκαν. Τὸ γὰρ εἰπεῖν, Ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν, τοῦτό ἐστιν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν καὶ εἰς τὸ μέλλον. Τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. Καὶ οὐκ εἶπε, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλ' ὃ πατρικῆς ἦν φιλοστοργίας καὶ πλέον τοῦ θέλειν, Ἐπιθυμοῦμεν· μονονουχὶ λέγων· Σύγγνωτε κἂν φορτικόν τι φθεγξώμεθα. Ἐπιθυμοῦμεν γὰρ ἕνα ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ὑμῶν ἄχρι τέλους. Τί ἐστι τοῦτο; Ἡ ἐλπὶς, φησὶ, διαβαστάζει, αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μηδὲ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπὶς ᾖ· ὁ γὰρ ἀγαθὰ ἐργαζόμενος, καὶ ἀγαθὰ ἐλπίζει, καὶ οὐδέποτε ἀπελπίζει ἑαυτόν. Ἵνα μὴ νωθροὶ γένησθε, ἀκμὴν γένησθε. Καὶ μὴν ἀνωτέρω ἔλεγεν· Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀλλ' ὅρα πῶς ἐκεῖ μέχρι τῆς ἀκοῆς τὴν νωθρότητα ἔστησεν· ἐνταῦθα εἰ καὶ αὐτὸ τοῦτο φθέγγεται, ἀλλ' ἕτερόν τι αἰνίττεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν, Μὴ ἐναπομείνητε τῇ ῥᾳθυμίᾳ, Μὴ νωθροὶ γένησθε, εἶπε. Πάλιν αὐτοὺς εἰς τὸν μέλλοντα ἐξάγει καιρὸν τὸν ἀνεύθυνον, εἰπών· Ἵνα μὴ νωθρότεροι γένησθε· ἐκείνου γὰρ τοῦ μήπω παρόντος οὐκ ἂν εἴημεν ὑπεύθυνοι. Ὁ μὲν γὰρ εἰς τὸ παρὸν παρακαλούμενος σπουδάζειν, ὡς ῥᾳθυμῶν, ἴσως καὶ ὀκνηρότερος 63.87 ἔσται· ὁ δὲ εἰς τὸ μέλλον, οὐχ οὕτως. Ἐπιθυμοῦμεν δὲ, φησὶν, ἕκαστον ὑμῶν. Πολλὴ ἡ φιλοστοργία· καὶ μεγάλων καὶ μικρῶν ὁμοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεμονίαν ἐπιδείκνυται, καὶ τὴν ἰσοτιμίαν πρὸς πάντας· ὅθεν καὶ μᾶλλον ἔπειθε δέξασθαι τὸ φορτικὸν τῶν ῥημάτων. Ἵνα μὴ νωθροὶ γένησθε, φησί. Καθάπερ γὰρ ἡ ἀργία τὸ σῶμα βλάπτει· οὕτω καὶ τὴν ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ