1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

64

πεινῶν· καὶ δούλων τῶν σῶν ὁ ἐλεύθερος ἀτιμότερος γέγονεν. Ἀλλ' ἐκεῖνοι ἡμῖν χρείαν πληροῦσι, φησί. Ποίαν δὴ ταύτην, εἰπέ μοι; ὅτι δουλεύουσί σοι καλῶς; Ἐὰν οὖν δείξω καὶ τοῦτον χρείαν σοι πληροῦντα πολλῷ μείζονα ἐκείνων, τί ἐρεῖς; 63.94 παραστήσεται γάρ σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός. Τί τοιοῦτον οἱ δοῦλοι ποιοῦσι πάντες; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις. Πολύς ἐστιν ὁ κρυμὸς, καὶ ἔῤῥιπται ἐπ' ἐδάφους ῥάκια ἔχων ὁ πένης, ἀποτεθνηκὼς τῷ κρύει, κροτῶν τοὺς ὀδόντας, καὶ τῇ ὄψει καὶ τῷ σχήματι ἱκανὸς παρακαλέσαι· σὺ δὲ θερμαινόμενος καὶ μεθύων παρέρχῃ· καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι; Πολλάκις δὲ καὶ τοῦτο λέγεις· Ἐγὼ εἰ ἤμην, καὶ ἔλαβον πολλὰ ἁμαρτόντα τινὰ, ἀφῆκα ἂν αὐτὸν, καὶ ὁ Θεὸς οὐκ ἀφίησι; Μὴ τοῦτο εἴπῃς καὶ γὰρ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ὃν δύνασαι ἀπαλλάξαι, τοῦτον περιορᾷς. Εἰ δὲ τὸν τοιοῦτον σὺ παραλογίζῃ, πῶς ὁ Θεὸς εἰς αὐτὸν ἁμαρτάνοντά σε ἀφήσει; ἆρα οὐχὶ γεέννης ἄξια ταῦτα; Καὶ τί θαυμαστόν; σῶμα μὲν πολλάκις νεκρὸν καὶ ἀναίσθητον, οὐκέτι τῆς τιμῆς αἰσθανόμενον, μυρίοις καὶ ποικίλοις καὶ διαχρύσοις ἱματίοις περιστέλλεις· τὸ δὲ ἀλγοῦν καὶ κατακοπτόμενον καὶ βασανιζόμενον καὶ κατατεινόμενον ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς, καὶ πλέον τῇ κενοδοξίᾳ χαρίζῃ, ἢ τῷ φόβῳ τοῦ Θεοῦ. Καὶ εἴθε μέχρι τούτου· ἀλλ' εὐθέως κατηγορίαι κατὰ τοῦ προσιόντος· Τί γὰρ οὐκ ἐργάζεται, φησί; τί δὲ ἀργῶν τρέφεται; Εἰπέ μοι, σὺ δὲ ἐργαζόμενος ἔχεις ἃ ἔχεις, οὐχὶ κλῆρον πατρῷον παραλαβών; Εἰ δὲ καὶ ἐργάζῃ, διὰ τοῦτο ὀνειδίζεις ἑτέρῳ; Οὐκ ἀκούεις Παύλου λέγοντος, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε; μετὰ γὰρ τὸ εἰπεῖν, Ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω, τοῦτο ἐπήγαγεν. Ἀλλ' ἐπιθέτης, φησὶν, ἐστί. δʹ. Τί φὴς, ἄνθρωπε; ἄρτου ἑνὸς ἕνεκεν καὶ ἱματίου ἐπιθέτην καλεῖς; Ἀλλ' εὐθέως πωλεῖ αὐτὸ, φησί. Σὺ δὲ πάντα τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δέ; πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίων; οὐδεὶς ἀπὸ δικαστηρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ κινδύνων; οὐδεὶς ἀπὸ νόσων; οὐδεὶς ἀπὸ ἄλλης περιστάσεως; Ἀλλ' ἂν ἀκούσωμέν τινος τοιαῦτα ἀποδυρομένου καὶ μεγάλα βοῶντος, καὶ γυμνοῦ ἀναβλέποντος εἰς τὸν οὐρανὸν, καὶ κομῶντος καὶ ῥάκια ἠμφιεσμένου, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα, τὸν εἴρωνα καλοῦμεν. Οὐκ αἰσχύνῃ; τίνα ἐπιθέτην καλεῖς; Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ ἀνδρός. Ἀλλ' ἔχει, φησὶ, καὶ σχηματίζεται. Τοῦτο σοῦ κατηγορία, οὐκ ἐκείνου· οἶδε πρὸς ὠμοὺς ἔχων, πρὸς θηρία μᾶλλον ἢ πρὸς ἀνθρώπους καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆμα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται καὶ σχῆμα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον, ἵνα σου κατακλάσῃ τὴν ψυχήν. Ἐὰν ἴδωμέν τινα ἐν ἐλευθερίῳ σχήματι προσιόντα, Οὗτος ἐπιθέτης ἐστὶ, φησὶ, καὶ ἵνα δόξῃ ἀπὸ εὐγενῶν εἶναι, οὕτω πρόσεισιν· ἂν ἴδωμεν ἐν τῷ ἐναντίῳ σχήματι καὶ τοῦτον κακίζομεν. Τί πράξουσι λοιπόν; Ὢ τῆς ὠμότητος! ὢ τῆς ἀπηνείας! Καὶ τίνος ἕνεκεν, φησὶ, τὰ ἠκρωτηριασμένα μέλη γυμνοῦσι; ∆ιὰ σέ· εἰ ἐλεήμονες ἦμεν, οὐκ ἔδει τούτων αὐτοῖς τῶν τεχνῶν· εἰ ἐκ πρώτης προσόδου ἔπειθον, οὐκ ἂν τοσαῦτα ἐμηχανήσαντο. Τίς ἐστιν οὕτως ἄθλιος, ὡς ἐθέλειν τοσαῦτα βοᾷν, ὡς ἐθέλειν ἀσχημονεῖν, ὡς ἐθέλειν ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς γυναικὸς γεγυμνωμένης, μετὰ τῶν παίδων σποδὸν καταπάττεσθαι; Πόσης 63.95 ταῦτα πενίας χείρονα; Ἀλλ' ὑπὲρ τούτων οὐ μόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ' ἡμῶν. Ἔτι οὖν ἀγανακτήσομεν, ὅτι τοῦ Θεοῦ δεόμενοι οὐκ εἰσακουόμεθα; ἔτι οὖν δυσχερανοῦμεν, ὅτι οὐ πείθομεν παρακαλοῦντες; Οὐ φρίττομεν, ἀγαπητοί; Ἀλλὰ πολλάκις ἔδωκα, φησί. Σὺ δὲ οὐκ ἀεὶ ἐσθίεις; τοὺς δὲ παῖδας πολλάκις ἀπαιτοῦντας ἀπάγεις; Ὢ τῆς ἀναισχυντίας! Πένητα ἀναίσχυντον καλεῖς; καὶ σὺ μὲν ἁρπάζων οὐκ ἀναίσχυντος· ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος ἀναίσχυντος; Οὐκ ἐννοεῖς ὅση τῆς γαστρὸς ἡ ἀνάγκη; οὐχὶ πάντα διὰ τοῦτο ποιεῖς; οὐχὶ τῶν πνευματικῶν διὰ τοῦτο ἀμελεῖς; οὐχὶ οὐρανὸς πρόκειται καὶ