1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

77

ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, φησὶν, ὥσπερ οὖν καὶ ἔστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον. Ἐπὶ γῆς μὲν γὰρ ὢν, οὐκ ἂν ἦν ἱερεύς. Πῶς γάρ; οὐ προσήνεγκεν, οὐχ ἱεράσατο· καὶ εἰκότως· ἦσαν γὰρ οἱ ἱερεῖς. Καὶ δείκνυσιν, ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γάρ; Ἐπεὶ οὐδὲ ἐπανάστασις ἦν, φησίν. Ἐνταῦθα ἀναγκαῖον συντεῖναι τὸν νοῦν, καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης. Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; Τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλ' ὅμως τῶν οὐρανῶν εἰσιν ἄξια. Ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅταν υἱοὶ γίνωνται διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὦσι τῶν ἐν οὐρανοῖς, ὅταν πατρίδα ἔχωμεν ἐκεῖ, καὶ πόλιν, καὶ πολίτευμα, ὅταν ξένοι ὦμεν τῶν ἐνταῦθα, πῶς οὐκ ἐπουράνια ταῦτα πάντα τυγχάνει; βʹ. Ἀλλὰ τί; οἱ ὕμνοι οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; Πῶς; οὐδὲν ἔχει σαρκικόν· πάντα πνευματικὰ γίνεται τὰ προκείμενα· οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνῖσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ λαμπρὰ καὶ φαιδρὰ ἐργάζεται τὰ προκείμενα. Πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα, ὅταν οἱ διακονούμενοι αὐτοῖς ἀκούωσιν ἔτι ἐξ οὗ εἴρηται· Ἄν τινων κρατῆτε, κεκράτην 63.112 ται· ἄν τινων ἀφῆτε, ἀφίενται; Πῶς οὐκ οὐράνια πάντα, ὅταν οὗτοι καὶ τὰς κλεῖς ἔχωσι τοῦ οὐρανοῦ; Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεώς ἐστιν (οὐ γὰρ οὕτως ἅπερ ἂν ἀκούσωμεν, τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἂν ἴδωμεν αὐταῖς ὄψεσιν), ἔδειξεν αὐτῷ πάντα. Ἢ τοίνυν τοῦτο λέγει, Ὑποδείγματι καὶ σκιᾷ· ἢ περὶ τοῦ ναοῦ αἰνίττεται· ἐπήγαγε γάρ, Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνον, ἢ περὶ τῶν θυσιῶν εἶδε, καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών. Οὐρανία γάρ ἐστιν ἡ Ἐκκλησία, καὶ οὐδέν ἐστιν ἄλλο ἢ οὐρανός. Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἀλλ' οὐδὲν τοῦτο ὠφέλει τοὺς ἀκούοντας, οὐδὲ εὔφραινε. ∆ιά τοι τοῦτο ὃ μάλιστα αὐτοὺς εὔφραινε, λέγει· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομεθέτηται. Ἐπάρας ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ μέσον τίθησιν· εἰπὼν μὲν καὶ πρότερον, ὅτε ἐδείκνυ ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελής. Καὶ ὅρα οἷα τίθησιν ἀσφαλίσματα, μέλλων αὐτῆς κατηγορεῖν. Ἐκεῖ γὰρ εἰπὼν, Κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, τότε εἶπεν, ὅτι Ἀθέτησις γίνεται προαγούσης ἐντολῆς· εἶτα καὶ ὕστερον μέγα τι ἔθηκεν εἰπών· ∆ι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡμετέρων ἐκεῖνα, καὶ τὴν λειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. Ἀλλ', ὅπερ ἔφην, ὃ μάλιστα αὐτοὺς εὐφραίνει τίθησι λέγων· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων. Ὥσπερ γὰρ λέγει, ὅτι, Εἰ ἡ τελείωσις δι' αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· τουτέστιν, εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀμέμπτους ἐποίει. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουε τὸ ἑξῆς· Μεμφόμενος δὲ αὐτοῖς λέγει. Οὐκ εἶπε, Μεμφόμενος δὲ αὐτῇ, ἀλλὰ, Μεμφόμενος δὲ