1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

87

πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. ∆ιὰ τί τὸ Σχεδὸν εἶπε; διὰ τί αὐτὸ ἐκόλασεν; Ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρισμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλὰ ἡμιτελὴς, καὶ ἐν ἐλαχίστῳ 63.125 μέρει· ἐνταῦθα δέ· Τοῦτο τὸ αἷμα, φησὶ, τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρε τὰς διανοίας αὐτῶν; Αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης. Ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; Αὐτοί εἰσι. Ποῦ δὲ ἡ σκηνή; Αὐτοί εἰσι πάλιν· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, φησίν. Ἀλλ' οὐκ ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐῤῥάντισεν ἐνταῦθα· τί δήποτε; Οὐ γὰρ σωματικὸς ὁ καθαρισμὸς ἦν, ἀλλὰ πνευματικὸς, καὶ τὸ αἷμα πνευματικόν. Πῶς; Οὐκ ἀπὸ σώματος γὰρ ἔῤῥει ἀλόγων, ἀλλὰ σώματος ἀπὸ Πνεύματος κατασκευασθέντος. Τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ' ὁ Χριστὸς ἐῤῥάντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, Τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρτιῶν. Οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς, πάντας περιῤῥαίνει. Κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρισμὸς ἦν· ἐνταῦθα δὲ, ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρισμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται, καὶ καθαίρει, οὐχ ἁπλῶς περιῤῥαινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Καὶ ἐπ' ἐκείνων μὲν αὐτὴν τὴν ἐπιφάνειαν ἔῤῥαινε, καὶ πάλιν ἀπενίπτετο ὁ ῥαντιζόμενος· οὐ γὰρ δὴ ᾑμαγμένος ἀεὶ περιῄει· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλ' αὐτῇ τῇ οὐσίᾳ ἀναμίγνυται τὸ αἷμα, ῥωμαλέαν αὐτὴν ποιοῦν καὶ ἁγνὴν, καὶ πρὸς αὐτὸ τὸ ἀμήχανον κάλλος ἄγον. ∆είκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον. Ἐπειδὴ γὰρ ἡ τελευτὴ μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ σταυροῦ, λέγει ὅτι ἐκάθαρε, καὶ ἐκάθαρε τιμίαν κάθαρσιν, καὶ ἐπὶ μείζοσι· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον, διὰ τὸ αἷμα τοῦτο· διὰ τοῦτο ἀμνοὶ, διὰ τοῦτο ἅπαντα ἐγένετο. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν; ἆρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; Οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα. Ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια, κἂν ἐν τῇ γῇ ἐπιτελῆται. Ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά ἐστι. Καὶ τί λέγω ἐφάνη; ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ. Ἀλλ' οὐδὲν ἐκώλυσε τοῦτο· ἐπουρανία γὰρ καὶ οὕτως ἐστί. Καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, καίτοι ἐνταῦθα πολιτευόμεθα. Αὐτὰ δὲ τὰ ἐπουράνια· τουτέστι, τὴν φιλοσοφίαν τὴν παρ' ἡμῖν, τοὺς ἐκεῖ κεκλημένους. Κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλὰ γεγόνασι, καὶ τὰ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἂν γὰρ οὐδὲ τὰ ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἂν εἴη πονηρὰ ὧν ἐστιν ὑποδείγματα. γʹ. Εἰ τοίνυν ἐπουράνιοι ἡμεῖς, καὶ τοιαύτης οὐσίας ἐτύχομεν, φρίξωμεν· μηκέτι μένωμεν ἐν τῇ γῇ· ἔξεστι γὰρ μὴ εἶναι ἐν τῇ γῇ καὶ νῦν τὸν βουλόμενον. Τὸ γὰρ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται· οἷόν τι λέγω· Ὁ Θεὸς λέγεται εἶναι ἐν τῷ οὐρανῷ· διὰ τί; οὐ τόπῳ ἀποκλειόμενος, μὴ γένοιτο, οὐδὲ τὴν γῆν ἔρημον τῆς αὑτοῦ παρουσίας ἀφεὶς, ἀλλὰ τῇ σχέσει καὶ τῇ οἰκειώσει τῇ πρὸς 63.126 τοὺς ἀγγέλους. Ἂν τοίνυν καὶ ἡμεῖς ἐγγὺς ὦμεν τοῦ Θεοῦ, ἐν οὐρανῷ ἐσμεν. Τί γάρ μοι μέλει τοῦ οὐρανοῦ, ὅταν ὁρῶ τὸν ∆εσπότην τοῦ οὐρανοῦ, ὅταν αὐτὸς οὐρανὸς γένωμαι; Ἐλευσόμεθα γὰρ, φησὶν, ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ποιήσωμεν οὖν ἡμῶν τὴν ψυχὴν οὐρανόν. Φαιδρός ἐστιν ὁ οὐρανὸς τῇ φύσει· οὐδὲ γὰρ ἐν χειμῶνι μέλας γίνεται· οὐ γὰρ αὐτὸς μεταβάλλει τὴν ὄψιν, ἀλλ' αἱ νεφέλαι συνδραμοῦσαι καλύπτουσιν αὐτόν. Ὁ οὐρανὸς ἥλιον ἔχει· ἔχομεν καὶ ἡμεῖς ἥλιον δικαιοσύνης. Εἶπον, Ἔξεστι γενέσθαι ὡς οὐρανόν· καὶ ὁρῶ ὅτι καὶ βελτίονα γενέσθαι τοῦ οὐρανοῦ ἔξεστι. Πῶς; Ὅταν τὸν ∆εσπότην τοῦ ἡλίου ἔχωμεν. Ὁ οὐρανὸς πάντοθέν ἐστι καθαρὸς καὶ ἀκηλίδωτος,