1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

96

οὐδὲ γὰρ δύναται. Τί οὖν, φησίν; οὐκ ἔστιν ἔγκλημα τοῦτο; Καὶ σφόδρα μὲν οὖν ἔγκλημα· ὁ γὰρ κακὸς, ἕως ἂν ᾖ κακὸς, οὐ δύναται ὑποτάττεσθαι· μεταβαλέσθαι μέντοι καὶ γενέσθαι ἀγαθὸς δύναται. βʹ. Ἐκβάλωμεν τοίνυν τὰ φρονήματα τὰ σαρκικά. Ποῖα δέ ἐστι τὰ σαρκικά; Ὅσα τὸ μὲν σῶμα ἀνθεῖν ποιεῖ καὶ εὐπαθεῖν, κακοῖ δὲ τὴν ψυχήν· οἷόν τι λέγω· Ὁ πλοῦτος, ἡ τρυφὴ, ἡ δόξα· πάντα ταῦτα τῆς σαρκός ἐστιν· ὁ ἔρως τῶν σωμάτων. Μὴ τοίνυν τοῦ πλείονος ἐρῶμεν, ἀλλὰ τὴν πενίαν ἀεὶ διώκωμεν· αὕτη γὰρ μέγα ἀγαθόν. Ἀλλὰ ταπεινὸν, φησὶ, καὶ εὐτελῆ ποιεῖ. Τούτου γὰρ ἡμῖν χρεία· πολὺ γὰρ ἡμῖν τοῦτο συμβάλλεται. Πενία, φησὶν, ἄνδρα ταπεινοῖ· καὶ πάλιν ὁ Χριστός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. ∆ιὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι ἔχεις ὁδὸν εἰς ἀρετὴν χειραγωγοῦσαν; οὐκ οἶδας ὅτι αὕτη πολλὴν παῤῥησίαν ἡμῖν δίδωσιν; Ἀλλ' ἡ σοφία, φησὶ, τοῦ πένητός ἐστιν ἐξουθενημένη· καὶ πάλιν ἕτερός τίς φησι· Πλοῦτον καὶ πενίαν, μή μοι δῷς· καί· Ἐκ καμίνου πενίας ῥῦσαί με. Πῶς δὲ πάλιν, εἰ πλοῦτος καὶ πενία παρὰ Κυρίου, κακὸν ἡ πενία, 63.137 ἢ ὁ πλοῦτος; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Ταῦτα ἐλέγετο ἐν τῇ Παλαιᾷ, ἔνθα πολὺς ὁ λόγος τοῦ πλούτου, ἔνθα τῆς πενίας πολλὴ ἦν ἡ ὑπεροψία, ἔνθα τὸ μὲν κατάρα ἦν, τὸ δὲ εὐλογία. Ἀλλὰ νῦν οὐκέτι· ἀλλὰ θέλεις ἀκοῦσαι τῆς πενίας ἐγκώμια; αὐτὴν μετῆλθεν ὁ Χριστὸς, καί φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγε· Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας. Καὶ ὁ Παῦλος γράφων ἔλεγεν· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ Πέτρος ἔλεγε τῷ ἐκ γενετῆς χωλῷ· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Καὶ ἐν αὐτῇ δὲ τῇ Παλαιᾷ, ἔνθα ἐθαυμάζετο ὁ πλοῦτος, τίνες, εἰπέ μοι, ἦσαν οἱ θαυμαστοί; οὐχὶ Ἠλίας ὁ πλὴν τῆς μηλωτῆς μηδὲν ἔχων; οὐχὶ Ἑλισσαῖος, οὐχὶ Ἰωάννης; Μηδεὶς τοίνυν ἔστω ταπεινὸς διὰ πενίαν· οὐκ ἔστι πενία ἡ ποιοῦσα ταπεινὸν, ἀλλὰ πλοῦτος ὁ πολλῶν δεῖσθαι καταναγκάζων, καὶ πολλοῖς εἰδέναι χάριτας βιαζόμενος. Τί δὲ τοῦ Ἰακὼβ πενέστερον ἦν, εἰπέ μοι, ὃς ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι; Ἆρα ἀπαῤῥησίαστοι ἦσαν οἱ περὶ Ἠλίαν καὶ Ἰωάννην; οὐχ ὁ μὲν τὸν Ἀχαὰβ ἤλεγχεν, ὁ δὲ τὸν Ἡρώδην; Ἐκεῖνος ἔλεγεν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· ὁ δὲ Ἠλίας πρὸς τὸν Ἀχαὰβ μετὰ παῤῥησίας ἔλεγεν· Οὐκ ἐγὼ διαστρέφω τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ὁρᾷς ὅτι τοῦτο μᾶλλον ποιεῖ τὴν παῤῥησίαν, ἡ πενία; Ὁ μὲν γὰρ πλούσιος δοῦλός ἐστιν, ὑπεύθυνος ὢν ζημίᾳ, καὶ παρέχων παντὶ τῷ βουλομένῳ κακῶς αὐτὸν ποιεῖν· ὁ δὲ μηδὲν ἔχων, δήμευσιν οὐ δέδοικεν οὐδὲ καταδίκην. Οὐκ ἂν οὖν, εἰ ἡ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς μετὰ πενίας ἔπεμπε τοὺς μαθητὰς εἰς πρᾶγμα παῤῥησίας πολλῆς δεόμενον. Σφόδρα γὰρ ἰσχυρὸς ὁ πένης ἐστὶ, καὶ οὐκ ἔχει ὅθεν ἀδικηθῇ, ἢ πάθῃ κακῶς. Ὁ μέντοι πλούσιος πανταχόθεν εὐχείρωτος καθίσταται· καὶ ταὐτὸν γίνεται, οἷον ἄν τις τὸν πολλὰ σχοινία ἐπισυρόμενον καὶ μακρὰ, ῥᾳδίως ἕλοι, τὸν μέντοι γυμνὸν οὐκ εὐκόλως κατασχεῖν δυνήσεται. Οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πλουσίου συμβαίνει· ἀνδράποδα, χρυσίον, ἀγροὶ, μυρία πράγματα, μυρίαι φροντίδες, περιστάσεις, ἀνάγκαι πᾶσιν αὐτὸν εὐχείρωτον ἐργάζονται. γʹ. Μηδεὶς τοίνυν λοιπὸν τὴν πενίαν τῆς ἀτιμίας αἰτίαν εἶναι νομιζέτω. Ἐὰν γὰρ ἀρετὴ παρῇ, ἅπας ὁ τῆς οἰκουμένης πλοῦτος οὐδὲ πηλὸς, οὐδὲ κάρφος ἐστὶ πρὸς αὐτήν. Ταύτην τοίνυν διώκωμεν, εἰ βουλοίμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πώλησον γάρ σου, φησὶ, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ πάλιν· ∆ύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς ὅτι καὶ μὴ παροῦσαν αὐτὴν ἐπισπάσασθαι δεῖ; Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ πενία· χειραγωγία γάρ τίς ἐστι τῆς πρὸς τὸν οὐρανὸν φερούσης ὁδοῦ, ἄλειμμα ἀθλητικὸν, γυμνασία τις μεγάλη καὶ θαυμαστὴ, λιμὴν εὐδιεινός. Ἀλλὰ χρείαν ἔχω πολλῶν, φησὶ, καὶ οὐ βούλομαί τινος χάριν λαβεῖν· ἀλλὰ καὶ ἐν τούτῳ σου ὁ πλούσιος ἠλάττωται. Σὺ μὲν γὰρ ἴσως ὑπὲρ